110
μόλιβον ἔχουσα τήν ἐπ᾿ αἰῶσι τῶν μή φυλαξάντων αὐτήν κατηγορίαν, καί δοξάζει τούς φυλάττοντας, ἄργυρον ἔχουσα διαφανῆ καί λαμπρόν, τήν ἐπ᾿ αἰῶσι τῶν φυλαξάντων αὐτήν συνηγορίαν.
27. Οὐδείς ἁμαρτάνων, φησίν, δύναται τῆς ἁμαρτίας συνήγορον ἔχειν τῆς σαρκός τήν ἀσθένειαν. Ἡ γάρ πρός τόν Θεόν Λόγον ἕνωσις, ὅλην τήν φύσιν τῇ λύσει τῆς κατάρας ἀνέῤῥωσεν· ἀπροφάσιστον ἡμῖν ποιησαμένη, τήν πρός τά πάθη τῆς γνώμης προσπάθειαν· ἡ γάρ τοῦ Λόγου θεότης κατά χάριν ἀεί συνοῦσα τοῖς εἰς αὐτόν πιστεύουσιν, τόν ἐν τῇ σαρκί νόμον τῆς ἁμαρτίας ἀπομαραίνει.
28. Ὥσπερ, φησίν, ὁ κασσίτερος μελαινόμενος λαμπρύνεται πάλιν· οὕτω καί οἱ πιστεύοντες κἄν μελαίνονται ἁμαρτάνοντες, λαμπρύνονται πάλιν μετανοοῦντες· δι᾿ ἥν αἰτίαν καί κασσιτέρῳ τυχόν ἡ πίστις παρεικάσθη.
ΝΕ (55). ΠΕΡΙ ΤΟΥ ΑΡΙΘΜΟΥ ΤΩΝ ΕΞΕΛΘΟΝΤΩΝ ΕΚ ΒΑΒΥΛΩΝΟΣ
ΑΝΘΡΩΠΩΝ ΤΕ ΚΤΗΝΩΝ. (14Γ_054> 55. ΕΡΩΤΗΣΙΣ ΝΕ' Οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ γυναικῶν,
μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι, ἑπτακισχίλιοι τριακόσιοι ἑπτά· ψάλται καὶ ψαλτῳδοὶ ὀκτακόσιοι πεντηκονταπέντε· κάμηλοι τετρακόσιαι τριακονταπέντε, καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριακονταέξ· ἡμίονοι ὀκτακόσιοι τεσσαρακονταπέντε· ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. Ποίησον ἀγάπην τοιούτων μεγάλων καὶ ὑψηλῶν περὶ τῆς ἐκ τῆς αἰχμαλωσίας ἐπανόδου ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῶν προφητῶν εἰρημένων· τίς ἡ τοσαύτη ταπεινότης καὶ ἀκαιρόγραφος ἐξήγησις καὶ ἀναξιότης τοῦ Πνεύματος, καμήλων μνημονεῦσαι καὶ ἵππων καὶ ἡμιόνων καὶ ὄνων καὶ ταῦτα μετὰ ἀκριβείας ἀριθμοῦ;
Ἀπόκρισις. Τὸ μὲν δι᾽ ἀκριβείας περὶ τούτων εἰπεῖν μόνων ἐκείνων ἐστὶ τῶν διὰ πολλὴν
καθαρότητα νοῦ θεόθεν ὅλην εἰληφότων τὴν ἐφικτὴν ἀνθρώποις χάριν(1) τοῦ Πνεύματος· καθ᾽ ἣν τῷ πελάγει τῶν μυστικῶν θεαμάτων γνωστικῶς ἐνδιαθέοντες, τοὺς λόγους μόνον ὁρῶσι τῶν γεγραμμένων γυμνοὺς τῶν ἐπ᾽ αὐτοῖς τυπικῶν συνθημάτων, μηδενὸς τὸ σύνολον ποιούμενοι λόγον τῶν τυπούντων αὐτοὺς συμβόλων, εἰ μή που βουληθῶσι(2) σοφῶς αὐτοὺς τυπῶσαι σωματικῶς τοῖς διὰ νηπιότητα νοῦ γενέσθαι μὴ δυναμένοις ὑπὲρ τὴν αἴσθησιν, ἵνα τοῖς τύποις πρότερον (14Γ_056> ἐγγυμνασθέντες κατὰ τὴν αἴσθησιν, πρὸς τοὺς ἄνευ αἰσθήσεως ἀρχετύπους ἐλθεῖν ποθήσωσι λόγους. Τὸ δὲ στοχασμῷ τοῖς ὑψηλοτέροις ἐπιβάλλειν διὰ τὴν φυσικῶς ἐν ἡμῖν ἐφιεμένην τῆς τῶν θείων γνώσεως δύναμιν οὐκ ἄτοπον, δύο καλῶν ἐκ τοῦ στοχασμοῦ τοῖς εἰλικρινὲς περὶ τὰ θεῖα κεκτημένοις τὸ σέβας ἀναδεικνυμένων. Ἢ γὰρ ἐπιτυγχάνει τῆς ἀληθείας τῶν νοουμένων ὁ στοχαστικὴν τὴν ἔφοδον τῶν θείων ποιούμενος καὶ προσφέρει χαίρων θυσίαν αἰνέσεως(3) τὴν εὐχαριστίαν τῷ δεδωκότι τοῦ ζητουμένου τὴν εἴδησιν, ἢ διαφεύγουσαν εὑρίσκει τῶν γεγραμμένων τὴν ἔννοιαν καὶ τὰ θεῖα πλέον σεβάζεται, τὴν τῆς οἰκείας δυνάμεως ὑπερβαίνοντα μανθάνων κατάληψιν. Τοίνυν κἀγώ, στοχαστικῶς ἐπιβάλλων τοῖς προκειμένοις, τὸν Θεὸν ἐπικαλοῦμαι γενέσθαι τῶν λεχθησομένων συλλήπτορα, κατὰ πάντα τρόπον πρὸς τὸ ὕψος τῶν γραφικῶν αἰνιγμάτων ἀσθενοῦσαν εὑρίσκων τῆς ἐμαυτοῦ διανοίας τὴν δύναμιν. Κἄν τε γὰρ ἐπιτύχω, τοῦ Θεοῦ τὸ πᾶν ὑπάρχει κατόρθωμα, διὰ τῆς καταλήψεως ἐνάγοντός με πρὸς εὐχαριστίαν· κἄν τε γὰρ μή, καὶ οὕτω πάλιν τοῦ Θεοῦ τὸ τῆς ἀκαταληψίας ὑπάρχει καλόν, τὸν ὡς εἰκὸς ἐκ τῆς