118.72 ̓Αγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Εὐαρεστούμενος ἀντὶ τοῦ, ἀγαθόν μοι ἐσ τιν ὁ νόμος, ον ἀπὸ τοῦ στόματός σου ἐλά λησας. Στόμα δέ σου ὁ Χριστός ἐστι· κατα φρονῶ γὰρ χιλιάδων χρυσίου καὶ ἀργυρίου ὑπὲρ τοῦ ἀπολαῦσαι τοῦ νόμου τοῦ στόμα τός σου. ∆ύναται δέ τις καὶ νόμον στόματος λέγειν τὴν τάξιν τῶν χρηματιζομένων καὶ λεγομένων διὰ στόματος Θεοῦ, τῶν πρώτων τοῖς εἰσαγομένοις λεγομένων, καὶ δευτέρων τοῖς τὰ πρότερα ἀνειληφόσι, καὶ ουτω καθ' ἑξῆς εως ου τελειωθῶσιν. 118.73 Αἱ χεῖρές σου ἐποίησάν με καὶ επλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Πεποίηται μὲν ἡ ψυχὴ, πέπλασται δὲ τὸ σῶμα· Ποιήσωμεν γὰρ, φησὶ, ανθρωπον κατ' εἰκόνα ἡμετέραν. Καὶ πάλιν· Λαβὼν χοῦν ἀπὸ τῆς γῆς επλασεν. - ̔Η ὑπόθεσις τοῦ· αἱ χεῖρές σου κτλ. τῆς περὶ τὴν ἀνθρω πίνην φύσιν φιλοστοργίας ἀναμιμνήσκει τὸν ποιητήν. Λόγος γὰρ πάντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλάσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος, ἀσώματος γάρ· ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διά θεσιν ἐνδεξάμενος, ἱκετεύει τοίνυν τὸν δια πλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν. Η ἀκόλουθον δὲ ὡς πρὸς δημιουργὸν τὸ αι τημα· οιον, τοῦ σοῦ φρόντισον ποιήματος, καὶ τελείωσον τῇ νοήσει τὸ ζῶον τὸ νοητι κὸν, καὶ ο πρὸς οἰκείωσιν τὴν σὴν παρεσ κεύασας, τοῦτο διὰ τῆς σῆς γνώσεως τῶν βουλημάτων οἰκείωσαι. Ετεροι τὸ ̓Εποίησαν ἐπὶ τῆς ψυχῆς εἰρῆσθαί φασιν, τὸ δὲ Επλασάν με ἐπὶ τοῦ σώματος· αλλοι δὲ τὸ μὲν ̓Εποίησαν ἐπὶ τῆς πρώτης δημιουργίας φασὶν [τὸ δὲ Επλασαν, ἐπὶ τῆς τοῦ] λου τροῦ παλιγγενεσίας καὶ ἀναπλάσεως. - Χεὶρ Κυρίου ἡ μετ' αὐτοῦ ἐπὶ Χριστοῦ λέ γεται. Συνέσεως δὲ χρῄζομεν, καὶ εἰς τὸν ἠθικὸν τρόπον, ὡς οὐ πάνυ σαφῆ. -Τὸν γὰρ ανθρωπον οὐ μόνον ἐποίησεν, ὡς τὰ λοι πὰ κτίσματα, ἀλλὰ καὶ επλασε, τῇ αὐτουρ γίᾳ τιμήσας αὐτόν. -Χεῖρες δὲ ειεν Θεοῦ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, δι' ων πάντα δεδη μιούργηται. ̓Ακόλουθον δὲ λίαν καὶ τὸ αἰ τεῖν παρὰ τοῦ ποιήσαντος σύνεσιν, η πρὸς τὴν ποιήσιν τῶν ἐντολῶν συνωθεῖ. 118.74 Οἱ φοβούμενοί σε οψονταί με, καὶ εὐφρανθήσονται, οτι εἰς τοὺς λόγους σου ἐ πήλπισα. Τοῖς φοβουμένοις σε, φησὶν, τοῖς εὐσε βοῦσι πρόξενος εὐφροσύνης γενήσομαι, ἐλ πίσας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ εἰς σὲ ἐλπίδι τέλος. - Η οἱ τὸν Θεὸν φοβού μενοι, τῷ μηδὲν αὐτοὺς ὑστερεῖν τέλειοί εἰ σιν, οντες δὲ τοιοῦτοι, ἀγαθοὶ τυγχάνουσιν κατὰ τὸν ον εχουσι φόβον· διὸ καὶ πάντας βούλονται προκόπτειν, καὶ εὐφραίνονται ἐπὶ τοῖς εὐαρεστοῦσι Θεῷ. -Εὐφραίνονται πρακτικοὶ, ἀκούοντες γνωστικῶν. -Συνᾴ δει τὸ ἐπαγόμενον, οτι εἰς τοὺς λόγους σου ἐπήλπισαν. ̔Υπόδειγμα γάρ με λαβόντες καὶ ὁρῶντες, καὶ αὐτοὶ τῶν ὁμοίων προσδοκή σουσι τυχεῖν. -Βούλεται ὡς προφήτης τοὺς φοβουμένους τὸν Θεὸν ἐπιστρέψαι πρὸς αὐτὸν, καὶ ηκειν, ινα αὐτοῖς μετάδῳ τοῦ χα ρίσματος τοῦ ἐν αὐτῷ. 118.75 Εγνων, Κύριε, οτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. Ζητήσεις δὲ μᾶλλον τοὺς περὶ κρίσεως λόγους, μεμαθηκὼς οτι ∆αυὶδ γεγράφηκε τοῦτο, η ἁπλῶς πεπιστευκὼς οτι οὐκ ἐνδέ χεται τὸν δίκαιον Θεὸν ἀδικῆσαι. -Ταῦτα διαφερόντως λέγει, τὴν οἰκείαν εὐγνωμοσύ νην δεικνύς. Οιδα δὲ, φησὶν, ἀκριβῶς ὡς ὀρ θῶς μοι καὶ δικαίως καταψηφίσουσιν, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. - Πολλάκις δὲ ἐτήρησα οτι ἐταπείνωσάς με, ἀντὶ τοῦ πειρασμοῖς περιέβαλές με πολλα χοῦ, καὶ μάλιστα ἐν τοῖς ψαλμοῖς λέγεται· χωρὶς γὰρ τῆς ἐν πολλοῖς ὀδυνηροῖς γυμνα σίας καὶ τῆς παρ' ἐλπίδα γενομένης Θεοῦ βοηθείας, οὐκ εστι βεβαίως ανθρωπον ἐν ἀ ρετῇ παγῆναι. -Τοῖς αὐτοῖς [δικαίοις] πάν τα τὰ κρίματα Θεοῦ γίνεται, καὶ οτι δικαιο σύνη ἐστὶ τὰ κρίματα τοῦ Θεοῦ. ̔Ο πιστὸς πιστεύει, ἀλλ' οὐκ εγνω, εἰ μὴ λάβοι λόγον γνώσεως. Ελεγεν γὰρ ὁ ̓Ιησοῦς πρὸς πεπιστευκότας αὐτῷ ̓Ιουδαίους· ̓Εὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλή θειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Πε πιστευκόσιν ουν εδωκε γνώσεσθαι, ὡς τῆς πίστεως οὐ πάντως παρεχούσης γνῶσιν. Τὸ δὲ