τῶν 12.1489 οὐχ οὕτως ἐχόντων· οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν ἀνάλογόν ἐστιν ἑκατέροις. Τῆς ψυχῆς γὰρ τὴν ὑπερ έχουσαν τροφὴν εἰδὼς ὁ προφήτης, ταῦτά φησι. Τοιαῦτα γὰρ ἦν τάχα καὶ τὰ κατὰ τὴν παραβολὴν ἐν Εὐαγγελίοις τοῦ μόσχου τοῦ σιτευτοῦ. «Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.» Ἀμφίβολος ἡ λέξις· ἤτοι γὰρ αἰνεσθήσεται τὸ στόμα μου ὑπὸ χει λέων ἀγαλλιάσεως, ἢ αἰνεσθήσεται τὰ χείλη ἀγαλλιά σεως ὑπὸ τοῦ στόματός μου. Ὅταν, φησὶ, τοῦ σοῦ ὀνόματος ἐν μνήμῃ γένωμαι, τότε δὴ τότε χαρᾶς πληροῦται τὰ χείλη μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, κ. τ. ἑ. Πιθανὸν εἰς ἁγνείαν προτρεπτικόν· ὡς τοῦ ἐπὶ τῆς στρωμνῆς μνημονεύοντος τῶν κατὰ Θεὸν, πάντως καθαρεύοντος. Ὁμοίως καὶ τὸ, «Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.» Καὶ γὰρ ἀποστε ροῦσιν ἀλλήλους οἱ σχολάζοντες τῇ προσευχῇ. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, κ. τ. ἑ. Εἰ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν, ἐκολλήθη δὲ ὁ ∆αυῒδ τῷ Κυρίῳ, ἄρα ἓν γέγονε πνεῦμα. Πνεῦμα δὲ τὸν πνευματικὸν ὀνομάζει, ὡς καὶ ἡ μὴ περπερευομένη ἀγάπη τὸν ἔχοντα τὴν ἀγάπην δηλοῖ. Καὶ Μωϋσῆς ὅτε τὰ ὀπίσθια εἶδε τοῦ Θεοῦ, τότε ἐκολ λήθη ἡ ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Θεοῦ. Εἰσελεύσονται εἰς τὰ κατώτατα, κ. τ. ἑ. Ὅσῳ χεῖται ἡ κακία τινὸς, τοσούτῳ κατωτέρω γινόμε νος, εἰσέρχεται εἰς τὰ κατώτερα τῆς γῆς. Τροπικῶς δὲ «χεῖρες ῥομφαίας,» ὡς χεῖρες γλώσσης. «Με ρίδες ἀλωπέκων ἔσονται.» Φασὶ, τοὺς λέοντας, ἐπει δάν τινος ἐπιλάβωνται ζώου, ῥοφεῖν τε τὸ αἷμα, καὶ ἁρπακτικῶς ἐσθίειν τὸ προσπεσὸν, καὶ μάλιστα τὰ κυριώτερα τῶν μελῶν, τὰ δὲ περιττὰ καταλιμπάνειν· ταῦτα δὲ τὰς ἀλώπεκας εὑρούσας ἐσθίειν· ἐπεὶ οὖν ἐσθίουσιν αὗται τὰ παρ' ἐκείνοις ἤδη ἀναιρεθέντα, τοῦτό φησιν, ὅτι τιμωρίαι αὐτοὺς διάφοροι διαδέξον ται, καὶ ἀπὸ τούτων εἰς ἑτέρους ἐμπεσόντες, διαφόρῳ τῇ τιμωρίᾳ περιβληθήσονται. Τοῦ αὐτοῦ. Ἵνα πιστεύσαντες σωθῶσιν τῷ κατελθόντι εἰς τὰ κατώτερα μέρη τῆς γῆς. Τοῦ αὐτοῦ. Τοὺς καταχθονίους δαίμονας νῦν ἀλώπεκας ὀνομάζει, οἷς καὶ παραδίδονται πρὸς κόλα σιν οἱ ἐπίγειοι δαίμονες. ΨΑΛΜΟΣ ΞΓʹ. Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου, κ. τ. ἑ. Ἔστι τις φωνὴ καρδίας ἀκουστὴ μόνῳ Θεῷ. «Ἀπὸ φόβου ἐχθροῦ,» ἤτοι ἀπὸ τοῦ φοβεῖσθαι τὸν ἐχθρὸν, «ἐξελοῦ τὴν ψυχήν μου·» ἢ «ἀπὸ φόβου,» ὃς φόβος οὐ φίλος, ἀλλ' ἐχθρός ἐστι. Φίλος μὲν ὁ τοῦ Θεοῦ ἐπιστημονικὸς φόβος, ἐχθρὸς δὲ ὁ μὴ τοιοῦτος φόβος· ὁποῖος ὁ τῶν ἑτεροδόξων, ἢ ὁ τῶν ὁποίων δη ποτοῦν, ἀλλὰ παρὰ τὸν Θεὸν, φοβουμένων· περὶ ὧν δύναται τὸ ἐν Ἡσαΐᾳ πνεῦμα παραστατικῶς εἰρηκέ ναι· «Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ' 12.1492 οὐ μὴ ταραχθῆτε» ἀπὸ συστροφῆς πονηρευομένων τῶν ἑτεροδόξων ἐν πίστει. Ἀντὶ «συστροφῆς,» ἀποῤ ῥήτου Ἀκύλας εἴρηκεν· ὁ δὲ Σύμμαχος «σκέ ψεως.» - »Ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν,» τῶν τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδευόντων. Τοῦ αὐτοῦ. Ἐχθρὸς φόβος ἐστὶν ἤτοι ὁ παρὰ τοῦ ἐχθροῦ ἡμῖν ἐγγινόμενος, ἢ ὁ ἐναντίος τῷ τοῦ Χριστοῦ θάρσει. «Θαρσεῖτε γὰρ, φησὶν, ἐγώ εἰμι· μὴ φοβεῖσθε.» Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν, κ. τ. ἑ. Οἱ ἱκανοὶ ὑπὲρ τῶν ψευδῶν δογμάτων «ἐνέτειναν τόξον πρᾶγμα πικρόν·» γλυκὺ δὲ τὸ τῶν προϊστα μένων τῆς ἀληθείας. Ἀντὶ τοῦ «πρᾶγμα,» ῥῆμα Ἀκύλας εἶπε. «Τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον,» Ἀκύλας «ἁπλοῦν.» Τὰ βέλη μέντοιγε, ἐν οἷς τὸν ἄμωμον ἢ ἁπλοῦν κατατοξεύουσιν οἱ ἀκο νήσαντες ὡς ῥομφαίαν τὰς γλώσσας αὑτῶν, οἱ ἀπό κρυφοί εἰσι καὶ μυστηριώδεις αὐτῶν λόγοι. Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρὸν, κ. τ. ἑ. Θεὸς μὲν ἀγαθὸν κραταιοῖ λόγον, ἄνθρωπος δὲ πονηρόν. ∆ιόπερ ὁ μὲν Θεὸς ἐκραταίωσε θείᾳ δυνάμει τὸν ἑαυτοῦ λόγον· ἄνθρωποι δὲ ἑαυτοῖς τῇ καλου μένῃ διαλεκτικῇ φιλοσοφίᾳ, καὶ κενῇ ἀπάτῃ διηγή σαντο τοῦ κρύψαι παγίδα, οἱ πιθανοῖς σοφίσμασι καὶ λόγοις ἀπατηλοῖς ἀπατῶντες, ἐν οἷς λανθάνον κεκρυμμένον ἐστὶ τὸ παγιδεύειν. «Εἶπαν, Τίς ὄψε ται αὐτούς;» Μέγα φρονοῦντες ὡς ἐπὶ δυσθεωρήτοις οἷς εὑρίσκειν νομίζουσι, κραταιοῦντες ἑαυτοῖς λόγον πονηρὸν, ἐξηρεύνησαν ἀνομίαν. ∆έον τὸν νόμον ἐρευ νᾷν, ἵνα ὁ ἐν αὐτῷ εὑρεθῇ πνευματικὸς νοῦς· οἱ δὲ ἔξω νόμου ζητοῦντες