De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
τοῦδε τοῦ τακτικοῦ παραγγέλματος ὡς ἀπὸ κανόνος, ἢ, τό γε ἀληθέστερον, ὡς ἐκ τοῦ βασιλικοῦ θεσπίσματος, ἀναμφισβήτως ἐνεργεῖν. ἔδει μὲν ἡμᾶς τοῖς συνταχθεῖσιν περὶ καθεδρῶν λόγοις καὶ τήνδε τὴν τῶν ἱερατικῶν ἐπισυνάψαι τάξιν, ὡς ἅτε μᾶλλον τὰ πρέσβεια τῆς πρωτοκλησίας φέρουσαν. ἀλλ' ἵνα μή τις κόρος λόγου τοῖς ἀναγινώσκουσιν περιστῇ, καὶ ἡ συγκλητικὴ τάξις σὺν τῇ ἱερατικῇ συναφθεῖσα ἀσάφειαν τοῖς εἰσαγομένοις διὰ τῶν ὀνομάτων ποιήσει, ταύτην τυπικῶς μὲν ἤδη ἐπὶ τῆς τάξεως τῶν μαγίστρων, πατρικίων, πραιποσίτων καὶ στρατηγῶν προεσημάναμεν. νυνὶ δὲ τῆς περὶ τούτων κυριοκλησίας καὶ πρωτοκαθεδρίας τῶν τε ἐπαρχιῶν καὶ μητροπολιτῶν, ἀρχιεπισκόπων αὐτοκεφάλων καὶ ἐπισκόπων ὑποτεταγμένων τὴν ἁρμόζουσαν τάξιν εἰδικῶς ἐμφανῆσαι βουλόμενοι, εἰδικήν τινα καὶ τὴν πραγματείαν συγγράψαι προεθυμήθημεν. τὰ γὰρ εἰδικῶς ὄντως λεγόμενα σαφῆ τὴν διδασκαλίαν παρέχει· τὰ δὲ πῶς ἐν συζυγίαις πεπλεγμένα ἀσάφειαν πολλάκις τοῖς ἐντυγχάνουσι προξενεῖ. διὰ καθηρμὸν ἑκάστης ἐπαρχίας τὰς 791 μητροπόλεις ἐκθέμενοι, τῷ ἑκάστῳ μητροπολίτῃ ἁρμόζοντι τόπῳ τῆς καθέδρας διεστιχήσαμεν, καὶ εἶθ' οὕτως τὰς τῶν αὐτοκεφάλων ἀρχιεπισκόπων κατὰ τάξιν δευτέραν οὖσαν ἀπὸ τῶν μητροπολιτῶν ἐξεθέμεθα, μετὰ δὲ τούτοις τῇ ἑκάστῃ ἐπαρχίᾳ καὶ μητροπόλει ὑποτεταγμένας πόλεις καὶ ἐπισκοπὰς ἐδηλώσαμεν, οὐκ ἐκ τῶν καθ' ἡμᾶς κλητωρολογίων μόνον τὰς ἀφορμὰς ἐκλαβόμενοι, ἀλλά γε καὶ ἐκ τῶν τοῦ θεσπεσίου Ἐπιφανίου τοῦ ἀρχιεπισκόπου Κύπρου συγγραφῆς τὰ πλεῖστα ἀναλεξάμενοι, ἵν' ὑμεῖς ἐν τῇ τοιαύτῃ διακονίᾳ τῶν ἀρτοκλινῶν τυγχάνοντες τεταγμένοι, μὴ δὲ ἐν τούτῳ τῷ μέρει τι διαμάρτητε, ἀλλὰ καὶ ἐν φωσάτοις μὴ παρόντος τοῦ οἰκουμενικοῦ πατριάρχου, τύχῃ καὶ ἐν ἑτέρῳ τόπῳ, τὴν πεῖραν τῶν καθεδρῶν διὰ τοῦ συγγράμματος ἔχοντα ἄπταιστα καὶ ἀμώμητα τὰ τίμια κλητώρια τῶν βασιλέων ἡμῶν τῶν ἁγίων εἰσάγετε. ΚΕΦ. νδʹ. Ἐπιφανίου ἀρχιεπισκόπου Κύπρου ἔκθεσις πρωτοκλησιῶν πατριαρχῶν τε καὶ μητροπολιτῶν. Ὁ πατριάρχης Ῥώμης· ὁ πατριάρχης Κωνσταντινουπόλεως· ὁ πατριάρχης Ἀλεξανδρείας· ὁ πατριάρχης Ἀντιοχείας· ὁ πατριάρχης Ἱεροσολύμων. 792 Κλῆσις μητροπολιτῶν. Ἐπαρχίας Καππαδοκίας ὁ Καισαρείας αʹ. βʹ, ἐπαρχίας Ἀσίας ὁ Ἐφέσου· γʹ, ἐπαρχίας Εὐρώπης ὁ Ἡρακλείας· δʹ,ἐπαρχίας Γαλατίας Θρᾴκης ὁ Ἀγκύρας· εʹ, ἐπαρχίας Ἑλλησπόντου ὁ Κυζίκου· ϛʹ, ἐπαρχίας Λυδίας ὁ Σάρδεων· ζʹ, ἐπαρχίας Βιθυνίας ὁ Νικομηδείας· ηʹ, ἐπαρχίας τῆς αὐτῆς ὁ Νικαίας· θʹ, ἐπαρχίας τῆς αὐτῆς ὁ Χαλκηδῶνος· ιʹ, ἐπαρχίας Παμφυλίας ὁ Σίδης· ιαʹ, ἐπαρχίας Ἀρμενίας βʹ ὁ Σεβαστείας· ιβʹ, ἐπαρχίας Ἑλενοπόντου ὁ Ἀμασίας· ιγʹ, ἐπαρχίας Ἀρμενίας αʹ ὁ Μελιτίνης· ιδʹ, ἐπαρχίας Καππαδοκίας βʹ ὁ Τυανῶν· ιεʹ, ἐπαρχίας Παφλαγωνίας ὁ Γαγγρῶν· ιϛʹ, ἐπαρχίας Ὁνοριάδος ὁ Κλαυδιουπόλεως· ιζʹ, ἐπαρχίας Πόντου ὁ Νεοκαισαρείας· ιηʹ, ἐπαρχίας Γαλατίας βʹ ὁ Πισινοῦντος· ιθʹ, ἐπαρχίας Λυκίας ὁ Μύρων· κʹ, ἐπαρχίας Καρύας ὁ Ταυρουπόλεως· καʹ, ἐπαρχίας Φρυγίας ὁ Λαοδικίας· κβʹ, ἐπαρχίας Φρυγίας Σαλουταρίας ὁ Συνάδων· κγʹ, ἐπαρχίας Λυκαονίας ὁ τοῦ Εἰκωνίου· κδʹ, ἐπαρχίας Πισιδίας ὁ Ἀντιοχείας· κεʹ, ἐπαρχίας Παμφυλίας ὁ Πέργης· κϛʹ, ἐπαρχίας Καππαδοκίας βʹ ὁ Μωκησοῦ· κζʹ, ἐπαρχίας 793 Λαζικῆς ὁ τοῦ Φάσιδος· κηʹ, ἐπαρχίας Θρᾴκης ὁ Φιλιππουπόλεως· κθʹ, ἐπαρχίας Εὐρώπης ὁ Τραϊανουπόλεως· λʹ, ἐπαρχίας νήσων Κυκλάδων ὁ Ῥώδου· λαʹ, ἐπαρχίας Ἑμημόντου ὁ Ἁδριανουπόλεως· λβʹ, ἐπαρχίας τῆς αὐτῆς ὁ Μαρκιανουπόλεως· λγʹ, ἐπαρχίας Φρυγίας Καπατιανῆς ὁ Ἱεραπόλεως. Περὶ τῶν αὐτοκεφάλων ἀρχιεπισκόπων. Αʹ, ἐπαρχίας Μυσίας ὁ Ὠδύσου· βʹ, ἐπαρχίας Σκυθίας ὁ Τομῆς· γʹ, ἐπαρχίας Εὐρώπης ὁ Βιζύης· δʹ, ἐπαρχίας Παφλαγωνίας ὁ Πομπιουπόλεως· εʹ, ἐπαρχίας Ἀσίας ὁ Σμύρνης· ϛʹ, ἐπαρχίας Ἰσαυρίας ὁ Λεοντοπόλεως· ζʹ, ἐπαρχίας Ῥωδόπης ὁ Μαρωνίας· ηʹ, ἐπαρχίας Βιθυνίας ὁ Ἀπαμίας· θʹ, ἐπαρχίας Ῥωδόπης ὁ Μαξιμιανουπόλεως· ιʹ, ἐπαρχίας Γαλατίας βʹ ὁ τῶν Γερμίων· ιαʹ, ἐπαρχίας Εὐρώπης ὁ Ἀρκαδιουπόλεως· ιβʹ, ἐπαρχίας Θρᾴκης ὁ Βερωνῆς· ιγʹ, ἐπαρχίας νήσου Λέσβου ὁ Μιτυλήνης· ιδʹ, ἐπαρχίας Ἑλλησπόντου ὁ τοῦ Παρίου· ιεʹ, ἐπαρχίας Καρύας ὁ Μελήτου· ιϛʹ, ἐπαρχίας Θρᾴκης ὁ Νικοπόλεως· ιζʹ, ἐπαρχίας νήσου ὁ Προικονήσου· ιηʹ, ἐπαρχίας Ῥωδόπης ὁ Ἀγχιάλου· ιθʹ, ἐπαρχίας Εὐρώπης ὁ Συλυβρίας· κʹ, ἐπαρχίας νήσου Λέσβου ὁ Μεθύμνης· καʹ, ἐπαρχίας Βιθυνίας ὁ Κίου· κβʹ, 794 ἐπαρχίας Εὐρώπης ὁ Ἄπρων· κγʹ, ἐπαρχίας Ῥωδόπης ὁ Κυμψάλων· κδʹ, ἐπαρχίας Ζηχίας ὁ Χερσῶνος· κεʹ, ἐπαρχίας Ζηχίας ὁ Βοσπόρου· κϛʹ, ἐπαρχίας τῆς αὐτῆς ὁ Νικόψεως· κζʹ, ἐπαρχίας Ἰσαυρίας ὁ Κοτράδων· κηʹ, ἐπαρχίας