111
γνώσεως τεχθησόμενόν μοι κατὰ πρόνοιαν τῦφον προανακόπτοντος(4) καὶ τὴν ἀκαταληψίαν ποιουμένου μοι μετριοφροσύνης ὑπόθεσιν.
Οὐκοῦν στοχασμῷ, καθὼς εἴρηται, τὴν τῶν γεγραμμένων διάνοιαν ἐπερχόμενος, ἐντεῦθεν ἄρχομαι τῆς τῶν προκειμένων γραφῆς. Ἐν τῷ πρὸ τούτου κεφαλαίῳ γέγραπται περὶ τοῦ Ζοροβάβελ· καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον αὐτοῦ εἰς τὸν οὐρανὸν ἐναντίον Ἱερουσαλήμ, εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ. ∆ῆλόν ἐστιν(5) ὅτι μετὰ τὴν τῶν προβλημάτων τῶν πρὸς ∆αρεῖον τὸν βασιλέα γεγενημένων προαγωγήν, ἐξῆλθεν ἀπὸ προσώπου, δηλονότι ∆αρείου τοῦ βασιλέως. ∆αρεῖος μὲν οὖν ἐστιν, ὡς ἤδη φθάσας πρὸ τούτων ἔφην τῶν λόγων, ὁ κρατῶν τῆς φύσεως νόμος. Καὶ συνᾴδει γε σαφῶς οὕτω νοούμενος (14Γ_058> τῇ τοῦ οἰκείου ὀνόματος ἑρμηνείᾳ. 'Γενεὰ' γὰρ ἢ 'γενεαλογία ἢ γενεαλογούμενος' δηλοῖ τὸ τοῦ ∆αρείου ὄνομα, καθώς φασιν οἱ τὴν ἀκρίβειαν τῆς τοιᾶσδε φωνῆς ἐπιστάμενοι. Φυσικοῦ δὲ νόμου καθέστηκεν ἴδιον τὸ τῆς γενεᾶς καὶ τῆς γενεαλογίας ὄνομα· τῶν γὰρ ὑπὸ φύσιν(6) τὸ γένος καὶ τὰ γενεαλογούμενα, καὶ τῶν περὶ φύσιν ἡ γενεαλογία. Οὐκοῦν καλῶς ὁ ∆αρεῖος εἰς τὸν τῆς φύσεως ἐλήφθη νόμον. Περιέχει γὰρ ὁ νόμος τῆς φύσεως καὶ τὰ ὑπὸ τὴν φύσιν ἀναγόμενα γένη καὶ εἴδη καὶ τὰ περὶ τὴν φύσιν θεωρούμενα, τὸν χρόνον φημὶ καὶ τὸν τόπον. Παντὸς γὰρ γενητοῦ τὰ ὧν οὐκ ἄνευ φυσικῶς συνεπιθεωρεῖται.
∆αρεῖος οὖν ἐστι, ὡς ἔφην, ὁ νόμος τῆς φύσεως, Ζοροβάβελ δὲ ὁ θεωρητικὸς νοῦς ὁ ἐξελθὼν ὡς ἀπὸ ∆αρείου, τοῦ νόμου τῆς φύσεως, καὶ τὴν ὑπὸ χρόνον καὶ τόπον τῶν φαινομένων ὑπερβὰς διακόσμησιν καὶ ἄρας τὸ πρόσωπον τῆς κατ᾽ ἀρετὴν γνωστικῆς διαθέσεως εἰς τὸν οὐρανόν, τουτέστι τὸ ὕψος τῶν νοητῶν οὐσιῶν, ἐναντίον τῆς ἐν οὐρανοῖς νοουμένης Ἱερουσαλήμ, ἐκείνης λέγω τῆς Ἱερουσαλὴμ τῆς ἐπὶ τῶν χειρῶν Κυρίου ἐχούσης ἐζωγραφημένα τὰ τείχη, ἐν ᾗ πάντων εὐφραινομένων ἐστὶν ἡ κατοικία, πρὸς ἣν ἡ ἀληθινὴ τῶν αἰχμαλώτων ἐπάνοδος γίνεται, τῶν ἐπιζητούντων τὸ ἐξ οὐρανοῦ κατὰ τὸν θεῖον ἀπόστολον οἰκητήριον(7), τῶν μετὰ τοῦ μεγάλου ∆αβὶδ δυναμένων λέγειν ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου· κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, δεξιὰν λέγοντος τυχὸν τὴν πνευματικὴν τῶν θείων καὶ ἐπαινουμένων πρᾶξιν, γλῶσσαν δὲ κολλωμένην τῷ λάρυγγι(8) τὴν ἐν ἡμῖν τοῦ λόγου γνωστικὴν ἐνέργειαν, κολλωμένην ἐξ ἀγνοίας τῷ λαιμῷ, τουτέστι τῷ περὶ (14Γ_060> τὸν λαιμὸν πηγνυμένην πάθει καὶ ἀκίνητον μένουσαν περὶ τὴν ἔφεσιν τῶν ἀρρήτων ἀγαθῶν καὶ διὰ τοῦτο γεύσασθαι μὴ δυναμένην τῆς τοῦ Κυρίου χρηστότητος.
Εἰ δὲ χρόνου καὶ φύσεως(9) πρὸς Ἱερουσαλὴμ ἐπειγόμενος ἐκβαίνει τοὺς λόγους ὁ Ζοροβάβελ, εἴτε ὁ καθ᾽ ἡμᾶς θεωρητικὸς νοῦς εἴτε ὁ ὑπὲρ ἡμᾶς δημιουργὸς Λόγος ἐν ἡμῖν καθ᾽ ἡμᾶς γενόμενος καὶ διὰ τοῦτο γενόμενος ἄνθρωπος, ἵνα πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ σαρκώσεως τοὺς πρὸς τὰ πάθη καὶ τὸν θάνατον τῆς σαρκὸς ἑαυτοὺς ἀπὸ τῆς ἀπαθείας καὶ τῆς ζωῆς ἐξώσαντας, εἰκότως τοὺς αὐτῷ γεγενημένους κατὰ τὸ θεμιτὸν παραπλησίους ἑαυτῷ συνεξάγει καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἄγει τὴν ἐπουράνιον, ὧν τῆς ἀρετῆς τὴν ἀκρότητα καὶ τῆς γνώσεως τοῖς προκειμένοις εἴδεσί τε καὶ ἀριθμοῖς συμβολικῶς διαποικίλας ὁ λόγος παρείκασε. Πᾶς γὰρ θεοφιλὴς καὶ δίκαιος ἄνθρωπος, νοητῶς τὴν ἐπάνοδον πρὸς τὴν ἄνω ποιούμενος Ἱερουσαλήμ, τοὺς προκειμένους τῶν διαφόρων εἰδῶν ἀριθμοὺς συμπληροῖ, τοὺς ἑκάστου καὶ εἴδους καὶ ἀριθμοῦ λόγους εἰς μίαν ἀρετῆς τε καὶ γνώσεως συνάγων ἐκπλήρωσιν.
Καὶ δηλοῖ τοῦτο σαφῶς τῆς προκειμένης ἡμῖν εἰς ἐξέτασιν γραφῆς ὁ λόγος, ἔχων οὕτως οἱ δὲ πάντες ἦσαν ἐξ Ἰσραὴλ ἀπὸ δωδεκαετοῦς, χωρὶς παίδων καὶ γυναικῶν, μυριάδες τέσσαρες τρισχίλιοι τριακόσιοι ἑξήκοντα. Εὖγε τῆς ἀκριβείας τῶν Λογίων τοῦ Πνεύματος, ἐπισημηναμένου μηδένα τῶν ἀριθμουμένων ἐν Ἰσραὴλ