ἀληθείᾳ ἐταπείνωσάς με, τουτέστιν κατὰ ἀλήθειαν. 118.76 Γενηθήτω δὲ τὸ ελεός σου τοῦ πα ρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δού λῳ σου. ̓Αλλὰ φιλανθρωπίας λοιπὸν, καὶ ψυχα γωγίας καιρός· τοῖς γὰρ μεταμελείᾳ χρω μένοις τὴν σὴν εὐμένειαν ἐπήγγειλας. Η ελεος τοῦ Πατρὸς ὁ Υἱὸς, ος καὶ παρεκάλε σεν ἡμῶν τὰς καρδίας τυραννουμένας ὑπὸ Σατανᾶ. Η ὁ προφήτης, ὡς γενναῖος ἀθλητὴς, οὐκ ἀποστῆναι τὰ λυποῦντα αὐτὸν ευ χεται, ἀλλὰ δοθῆναι αὐτῷ ἐν τῷ καιρῷ τῶν λυπηρῶν λόγον ἰσχυρὸν παρακλήσεως, τὸν δυνάμενον αὐτὸν ἰσχυρίσασθαι μετὰ πάσης εὐθυμίας καὶ ἀταραξίας φέρειν τὸ συμβεβη κός· ἐν τούτῳ γάρ με, φησὶν, ἐλέησον, ινα γένηταί μοι παράκλησις καὶ παραμυθία. 118.77 ̓Ελθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, οτι ὁ νόμος σου μελέτη μού ἐσ τιν. ̔Ο εὐαγγελικὸς δηλονότι. - Ωσπερ ὑπέσ χου, φησὶ, τὴν παράκλησιν, ουτω καὶ ποίη σον, τοὺς σοὺς οἰκέτας οἰκτείρων. Μάθωμεν καὶ ἡμεῖς λέγειν, οτι ὁ νόμος σου μελέτη μού ἐστιν. Σχολάσωμεν ταῖς ἱεραῖς γραφαῖς· ἐπειδὴ δὲ μὴ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν αλλοις πολλοῖς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ λέγον ται, ἐπιστατέον μή ποτε ὁ Μονογενὴς καὶ τὸ αγιον Πνεῦμα, οἱ ζωῆς παρεκτικοὶ, οἰκ τιρμοὶ Θεοῦ, καὶ πατὴρ ειρηται, κατὰ τὴν τοῦ ἀποστόλου θεοσοφίαν, τῶν οἰκτιρμῶν. Πᾶσα ἡ ἀνθρωπίνη φύσις δεῖται τῶν οἰκτιρ μῶν τοῦ Θεοῦ. ̓Εὰν γὰρ ουτοι μὴ ελθωσιν, ζῆσαι τὴν ἀληθινὴν ζωὴν οὐ δυνάμεθα, τὴν κεκρυμμένην σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. 118.78 Αἰσχυνθήτωσαν ὑπερήφανοι, οτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχή σω ἐν ταῖς ἐντολαῖς σου. Ευχεται μηκέτι αὐτοὺς ἀναισθητεῖν ης εχουσι κακίας· ἐπαισχυνομένους δὲ παύ σασθαι. Γεννηθήτω πάντα τὰ ἁμαρτήμα τα αἰσχύνης αξια. Εως μὲν ουν [ἡ ψυ χὴ] ἀτελὴς τυγχάνει, πολλὴ φροντὶς, μή πῃ αρα ἀσθενήσῃ καὶ χειρίων ἑαυτῆς γέ νηται· οτε δὲ εἰς ακρον φθάσει τελειότη τος, ἐν εξει ἀρετῆς καταστᾶσα, εξω γενήσε ται παντὸς φόβου, οὐκέτι ἀμφιβάλλουσα μήποτε καὶ καταισχυνθῇ. Αμωμος ουν ἡ καρδία ἐν τοῖς δικαιώμασι τοῦ ἁγίου ἐστὶν, ἀκριβήσασα τὴν περὶ αὐτῶν ἀλήθειαν. - Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλ' ευχεται ὑ πὲρ τούτων· ἡ γὰρ αἰσχύνη σωτηρίαν πραγ ματεύεται· ης τοίνυν ἀπέλαυσεν ἰατρείας, κἀκείνοις τυχεῖν ἀξιοῖ. Η ουτως, εἰ τύχοιμι τῆς παρὰ σοῦ βοηθείας, τότε οἱ πονηροὶ δαί μονες η καὶ ανθρωποι τῆς ἀληθείας ἐχθροὶ, αἰσχυνθήσονται· ἐγὼ δὲ οὐκ ἐπαρθήσομαι, ἀλλ' ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω. 118.81 ̓Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τὸν λόγον σου ἐπήλπισα. ̓Επείπερ ὁ σὸς λόγος ἐκήρυσσέ μοι τὸ σωτήριόν σου, καὶ τίνα ἀπόκειταί μοι ἐν τῷ σωτηρίῳ σου, ἐξέλιπον ἐπιθυμῶν, καὶ ἐξε λυόμην ἀπὸ τῆς ὀρέξεως· ὁ λόγος γενόμενος ἐκείνου τοῦ ἐπιθυμητοῦ, τὸ σωτήριον τοῦ Θεοῦ, ὁ Κύριος ἡμῶν ̓Ιησοῦς Χριστὸς, ὁ ἐπώνυμος τῆς σωτηρίας ἡμῶν· αὐτὸς γάρ ἐσ τιν ἡ σωτηρία, ἡ ἀλήθεια, ἡ δικαιοσύνη, καὶ οσα αλλα παρέστησεν ὁ θεῖος λόγος τὸν Υἱὸν ειναι τοῦ Θεοῦ. - ̔Ερμηνεύων δὲ τὸ σωτήριον, ἐπήγαγεν ἐπὶ τὸν λόγον σου, τὸν Υἱὸν ειναι σημαίνων, τὸν Κύριόν φησι. 118.82 ̓Εξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες· Πότε παρακαλέσεις με; ̓Εν οσῳ γάρ τις μήπω καταλαβὼν ἐπιθυ μεῖ νοῆσαι τὴν γραφὴν, προσδοκίαν εχει τῆς καθόδου τοῦ Λόγου, καὶ οσῳ βλέπει αὐτὸν τρανότερον, τοσούτῳ βλέπει αὐτὸν ἐγγίζοντα, μέχρι πρὸς αὐτὸν ἐλθὼν παρα κληθῇ. - ̓Εκλείπουσιν εἰς τὸ λόγιον ζη τοῦντες πότε ἐγγίσει, πότε φανείη, οιον ει ποτέ τις ὑμῶν ετεινε τὴν διάνοιαν πρὸς τὸ νοῆσαι τὴν γραφὴν, καὶ οὐδέπω αὐτὴν ἐνό ησεν, οἱονεὶ προσδοκίαν εχει τῆς καθόδου τοῦ λόγου καὶ τοῦ ηκειν τὸν λόγον. ̓Εὰν δὲ τὴν διάνοιαν πόῤῥωθεν [τείνῃ], τὸν λόγον οὐδέπω τρανὸν, οὐδὲ σαφῆ τοῦτον ὁρᾷ, καὶ οσῳ ἐγγίζοντα τῇ διανοίᾳ τῇ ζητούσῃ τὴν ἀλήθειαν· ουτω καὶ ὁ προφήτης παθὼν τοι αῦτα πρὸς τὸν λόγον τοῦ Θεοῦ, καὶ διδάσ κων ἡμᾶς ἐπιθυμεῖν τοῦ λόγου καὶ ἐρωτι κῶς εχειν πρὸς αὐτὸν, φησίν· ̓Εξέλιπον κτλ. Οτε γὰρ ἐπιδημήσει Λόγος, τότε παρακα λοῦμαι. 118.83 Οτι ἐγεννήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Χρηστέον τῷ ῥητῷ τούτῳ