ἐξηρεύνησαν ἀνομίαν. Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει, κ. τ. ἑ. Τοῦτο καὶ οἱ τῆς ἀληθείας παραχαράκται ποιοῦσι. ∆έον τὸν νόμον ἐρευνᾷν, ἵνα ἐν αὐτοῖς εὑρεθῇ πνευματικὸς νοῦς, οἱ δὲ ἔξω νόμου ζητοῦντες ἐξηρεύνησαν. Τὴν ἐπίτασιν ἐνταῦθα τῆς κακίας σημαίνει. Προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, κ. τ. ἑ. Καρδία βαθεῖά ἐστιν ἡ θεωρήσασα τὸ βάθος τοῦ πλούτου καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Βέλος νηπίων ἐγενήθησαν, κ. τ. ἑ. Καὶ πάντες ἀπήγγελλον, ὅτι σὸν ἔργον τοῦτο, καὶ σοὶ τὰ γι γνόμενα ἐπέγραψαν, γνωρίσαντες ὡς οὐκ ἦν ἄλλου. Οὕτως αὐτοῖς πᾶσαν τὴν σπουδὴν εἰς τὸ μηδὲν περι τρέψαι ὁ θεῖος ἐθέλησεν ὀφθαλμός· τοὐναντίον δὲ καὶ τιμωρήσασθαι ᾑρετίσατο. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλ πιεῖ ἐπ' αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Εὐφραίνει ἄδικον πλοῦτος φθαρτός· τὸν δὲ δίκαιον γνῶσις Θεοῦ. Τοῦ αὐτοῦ. Καρδίαν εὐθεῖαν ἐπαινεῖ Κύριος· διεστραμμένην δὲ ψυχὴν ἀπώσεται ἀπ' αὐτοῦ. 12.1493 Τοῦ αὐτοῦ. Εὐθεῖς τῇ καρδίᾳ οἱ ἐξ ἐθνῶν πιστεύσαντες· οἱ δὲ αὐτοὶ καὶ δίκαιοι, ὡς τῇ πίστει δικαιωθέντες· εὐθεῖς δὲ, ὡς μηδέποτε τῇ παρὰ τοῦ Θεοῦ διδασκαλίᾳ τὴν πλάνην τῶν εἰδώλων προσμί ξαντες, ὅπερ πολλάκις οἱ παῖδες τῶν Ἰουδαίων πε ποιηκότες φαίνονται. Οὗτοι τοίνυν εὐφρανθήσονται ὡς νήψαντες, καὶ τὴν τῶν ῥᾳθυμησάντων κληρονο μίαν κερδάναντες. ΨΑΛΜΟΣ Ξ∆ʹ. Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, κ. τ. ἑ. «Ἐν Σιὼν,» τῇ ἐπουρανίῳ δηλαδὴ, τουτέστι τῷ νοητῷ σκοπευτηρίῳ· ἐν γὰρ αἰσθητοῖς οὐ πρέπει ὕμνος τῷ Θεῷ· διὸ οὐ ψαλοῦμεν σώματι ἢ γράμ ματι, ἀλλὰ πνεύματι, καὶ οὐκ αἰσθήσει, ἀλλὰ νοΐ. «Καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλὴμ,» ἀπὸ κοινοῦ «ἐν Σιών·» εὐχὴ δὲ ὁποία ἐστὶν ἡ τοῦ Να ζωραίου. Εἰσάκουσον προσευχῆς μου, κ. τ. ἑ. «Εἰσάκου σον προσευχῆς μου» ἐν Σιών· «Πρὸς σὲ» δὲ τὸν Θεὸν, ὃς πνεῦμα ποιεῖς, «πᾶσα σὰρξ ἥξει.» Μετα βαλεῖ γὰρ ἡ γενομένη σὰρξ δι' ἁμαρτίαν ψυχὴ, καὶ ἔσται πνεῦμα. Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν, κ. τ. ἑ. Λόγοι ἀνόμων ἐγγενόμενοι ἡμῖν ὑπερεδυνάμωσαν ἡμᾶς, δι' οὓς γεγόναμεν σάρκες. «Καὶ ταῖς ἀσε βείαις ἡμῶν σὺ ἱλάσῃ.» Σοῦ ἱλασκομένου ταῖς ἀσε βείαις ἡμῶν, τῶν ὑπὸ λόγων ἀνόμων ὑπερδυναμω θέντων, καὶ γενομένων σαρκῶν, ὡς ἥκειν ἡμᾶς πρὸς σὲ τοὺς γενομένους σάρκας, πιστεύομεν ὅτι «πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Μακάριος, ὃν ἐξελέξω, κ. τ. ἑ. Εἰ μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου· μακάριοι οὖν ὀλίγοι οἱ ἐκλεκτοί· ἀλλ' οὐχ οἱ πολλοὶ μόνον κλητοί. Οἱ μὲν γὰρ ὀλίγοι ἐκλεκτοὶ εὑρήσουσι τὴν αἰώνιον ζωὴν, ὁδεύσαντες στενὴν καὶ τεθλιμμένην ὁδὸν ἀπάγουσαν ἐπ' αὐτήν· οἱ δὲ πολλοὶ μόνον κλητοὶ, τὴν ἀπάγου σαν ἐπὶ τὴν ἀπώλειαν καὶ εὐρύχωρον ὁδὸν διοδεύ σαντες, οὐ κατασκηνώσουσιν ἐν ταῖς αὐλαῖς σου ἐν σοὶ, οὐδὲ πεφυτευμένοι ἐν τῷ οἴκῳ τοῦ Κυρίου ἐξαν θήσουσιν. Αὗται δὲ αἱ πύλαι εἰσὶν αἱ πολλαὶ ἐν τῷ οἴκῳ τοῦ Πατρὸς μοναί. «Πλησθησόμεθα ἐν τοῖς ἀγα θοῖς τοῦ οἴκου σου.» Οἱ πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, πλησθέντες ἐν τοῖς ἀγαθοῖς αὐτοῦ, ἐξανθή σουσιν ἐν αἷς κατοικήσουσιν αὐλαῖς. «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Ὁ Χριστὸς, ναὸς ὢν τοῦ Πατρὸς τοῦ ἐν αὐτῷ, καὶ ἅγιός ἐστι καὶ θαυ μαστὸς ἐν δικαιοσύνῃ. Οὐχ ἁρμόζει δὲ τὸ δεύτερον ἐπὶ τοῦ αἰσθητοῦ λέγεσθαι ναοῦ. «Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς,» καὶ τὰ ἑξῆς. Ὃ λέγων, μα κρὰν τῆς θαλάσσης ὢν, προφητεύει περὶ τῶν ἐν θα λάσσῃ μακρὰν αὐτοῦ κυματουμένων, ἢ περὶ τῶν ἐν βαθυτάταις ὄντων περιστάσεσι, καὶ λεγόντων· «Ἦλ θον εἰς τὰ βάθη τῆς θαλάσσης.» Κατασκηνώσει ἐν ταῖς αὐλαῖς αὐτοῦ, κ. τ. ἑ. 12.1496 Αὐλὴ Κυρίου γνῶσις Θεοῦ· ὁ δὲ κατοικῶν ἐν αὐτῇ πλησθήσεται ἀγαθῶν. Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ, κ. τ. ἑ. Πά λιν ἐνταῦθα τὴν τῆς οἰκουμένης σωτηρίαν προ λέγων, τῆς Ἰακὼβ ἀναμιμνήσκει προῤῥήσεως, εἰ πόντος· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγού μενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. καὶ αὐτὸς προσδοκία ἐθνῶν·» ὂν νῦν ἐλπίδα καλε τῶν περάτων τῆς γῆς. Εἶτα δηλοῖ καὶ τὰς νήσους καὶ τὰ ἐν θαλάσσῃ. Ἐπάκουσον οὖν ἡμῶν, φησὶν, ὁ μι κρὸν ὕστερον πᾶσαν ἀνθρώπων τὴν φύσιν τῷ τῆς