111
ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας· καὶ τοῦτο ἴδοι τις ἂν καὶ ἐπὶ τοῦ παρόντος ὑπ' ἐνίων γιγνόμενον. Μαρτυρεῖ δὲ καὶ ἡ τοῦ Λαζάρου παραβολὴ, δείξασα τὸν πλούσιον ἐκεῖνον μηδὲ τῶν ἐκπιπτόντων ἀπὸ τῆς τραπέζης ψι χίων μεταδεδωκότα τῷ πένητι. Τὸ δὲ "Κατεπατεῖτε τὰ κατάλοιπα τοῖς ποσὶ," τροπικῶς ὡς ἐπὶ προβά των ἐῤῥέθη, ἐσθιόντων τὴν πόαν, καὶ τὴν λοιπὴν πα τούντων, καὶ πρῶτον τὸ ὕδωρ πινόντων, εἶτα τοῖς ποσὶν αὑτῶν καταθολούντων. κʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ πρὸς ὑμᾶς, καὶ κρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Εἶτα λέγει τῶν ἰσχυρῶν τὴν θρασύτητα. καʹ. Ἐπειδὴ ταῖς πλευραῖς ὑμῶν, καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, πάντα δὲ τὰ ἐκλείποντα ἐξεθλί βετε, ἕως οὗ ἐξώσατε αὐτὰ ἔξω, καὶ διε σπάρη τὰ πρόβατά μου παντὶ παραπορευομένῳ. Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐκέτι ἔσται εἰς προνομήν. Πάντα ὡς ἐπὶ προβάτων εἴρηκεν, ὤμους, καὶ κέρατα, καὶ πλευράς· διὰ πάντων δὲ τῶν ἐν δυνάμει τὴν ἄδικον δυναστείαν διήλεγξεν· ὑπισχνεῖται δὲ ὅμως ἀσφάλειαν τοῖς προβάτοις. "Καὶ κρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, καὶ ἀνα μέσον κριοῦ πρὸς κριόν." ∆ικάσω, φησὶ, καὶ οὐ πε 81.1161 ριόψομαι ἀδικουμένους, ἀλλὰ δίκας τοὺς ἀδικοῦντας πράξομαι. Εἶτα τῆς κοινῆς πάντων σωτηρίας ἡ ὑπόσχεσις. κγʹ. Καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα, ὃς ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν μου ∆αβὶδ, αὐτὸς ποιμανεῖ αὐτοὺς, καὶ αὐτὸς ἀναπαύ σει αὐτοὺς, καὶ ἔσται αὐτῶν ποιμήν. Ἄνω εἰρη κὼς, "Ἐγὼ ποιμανῶ," ἐνταῦθα τὸν ∆αβὶδ αὐτῶν ἔσεσθαι ποιμένα λέγει, ὃν καὶ δοῦλον προσαγορεύει· τίς δὲ οὗτός ἐστιν; Ἢ δῆλον, ὡς ὁ ∆εσπότης Χρι στὸς, ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα γενόμενος; ∆ιὸ καὶ δοῦλος, ὡς ἄνθρωπος· καὶ τοῦτο δὲ κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν ἀξίαν· εἰ γὰρ οἱ εἰς αὐτὸν πεπι στευκότες οὐ δοῦλοι, ἀλλ' υἱοὶ, πολλῷ μᾶλλον αὐτὸς, δι' ὃν οἱ δοῦλοι τῆς ἐλευθερίας ἀπήλαυσαν, οὐ δοῦλος, ἀλλ' υἱός. Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· "Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών." Καὶ Ἡσαΐας δὲ ἐκ προσώπου αὐτοῦ βοᾷ λέγων· "Οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοι λίας, δοῦλον ἑαυτῷ συναγαγεῖν τὸν Ἰακώβ· καὶ Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς." Καὶ τό· "Ἰακὼβ δὲ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ." Παρὰ τῷ Ἑβραίῳ, "Ὁ δοῦλός μου" κεῖται. Ταύτην δὲ τὴν μαρτυρίαν καὶ ὁ θεῖος εὐαγγελιστὴς εἰς τὸν Κύριον ἡμῶν ἔλαβε Ἰησοῦν. ∆οῦλος τοίνυν κέκληται, ὡς ἄνθρωπος, καὶ τοῦτο δὲ, ὡς ἔφην, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ κατὰ τὴν φύσιν· δούλου γὰρ ἔλαβε μορφήν. Περὶ δὲ τοῦ ἕνα εἶναι τὸν τῶν προβάτων ποιμένα καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔφη· "Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκού σουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν." Εἶτα ἐπάγει· κδʹ. Καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ ὁ δοῦλός μου ∆αβὶδ ἄρχων ἐν μέσῳ αὐ τῶν. Καὶ τὸ ἀψευδὲς τῶν εἰρημένων τοῖς ἐπαγομέ νοις δείκνυσιν. "Ἐγὼ Κύριος ἐλάλησα." Ἀρκεῖ γὰρ εἰς βεβαίωσιν τῶν λόγων ἡ τοῦ εἰρηκότος ἀξία. κεʹ. Καὶ διαθήσομαι τῷ ∆αβὶδ διαθήκην εἰρήνης. Τούτου ὁ Παῦλος ἑρμηνευτής· βοᾷ γὰρ περὶ τοῦ Χριστοῦ· "Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας." Τοῦτο δὲ καὶ ἄνω ἔφη· "Καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα," Εἷς γὰρ καὶ τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας ποιμαί νει. "Καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς." Καὶ τῶν πονηρῶν δαιμόνων τὰ στίφη, καὶ τοὺς θηριωδίαν νοσοῦντας ἀνθρώπους, τοὺς μὲν μετα 81.1164 βαλλομένους, καὶ λογικοὺς γινομένους, καὶ τοῦ εἶναι θηρία παντελῶς ἀπαλλαττομένους, τοὺς δὲ τῷ θανάτῳ παυομένους. "Καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ πεποιθότες, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυ μοῖς." Ἀμφότερα ἄκαρπα· λέγει δὲ, ὅτι καὶ τὴν ἔρημον τῶν ἐθνῶν καθέξουσί τε καὶ γεωργήσουσι, καὶ ἐν τῷ δρυμῷ τῶν Ἰουδαίων ἀνάπαυσιν ἕξουσι, καὶ θεραπείαν. Καὶ