ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ὑποπίπτων. ἐπειδὴ δὲ ἐρευνᾶν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις πληροῦται καὶ τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις. ἀεὶ μὲν οὖν ἡ γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. ποσάκις, φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ, ὁ Πέτρος ἐστὶ λέγων τῷ κυρίῳ, ἕως ἑπτάκις; εἶτα ἀπόκρισις τοῦ κυρίου, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· οὐ γὰρ ἐπ' ἄλλον ἀριθμὸν μετέβη ὁ κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. καὶ δι' ἑπτὰ ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας. ἑπτὰ δὲ ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβίλαιον ἐποίουν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζεν ἡ γῆ. χρεῶν δὲ ἦσαν ἀποκοπαὶ καὶ δουλείας ἀπαλλαγή, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ, τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. 453 ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. τὸ μὲν οὖν ἑπτάκις διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπ' αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλαντο πονηρεύεσθαι. ἐκδικούμενα δὲ εἴτε τὰ παρὰ τῷ Καῒν λέγοις, εὑρήσεις ἑπτά, εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπ' αὐτῷ ὁρισθέντα, καὶ οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Καῒν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ, δεύτερον δόλος μεθ' οὗ διειλέχθη τῷ ἀδελφῷ, εἰπών, ∆ιέλθωμεν εἰς τὸ πεδίον, τρίτον φόνος, τέταρτον προσθήκη τοῦ κακοῦ, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις, πέμπτον ὅτι πρῶτος φονεὺς ὁ Καῒν πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών, ἕκτον ἀδίκημα, ὅτι γονεῦσιν πένθος ἐνεποίησεν, ἕβδομον, ὅτι θεὸν ἐψεύσατο. ἐρωτηθεὶς γὰρ ὅτι Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν Οὐκ οἶδα. ἑπτὰ οὖν ἐκδικούμενα παρέλυσεν ἐν τῷ ἀναιρεθῆναι τὸν Καΐν. Ἐπειδὴ γὰρ εἶπεν ὁ κύριος ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχα454 νεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου, καὶ στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς, ὁ Καΐν φησιν, Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ. πρὸς δὴ τοῦτο ὁ κύριός φησιν, Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Καῒν ἑπτὰ ἐκδικούμενα παραλύσει. ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Καῒν διὰ τὸ ἐκ τῆς γῆς τὴν ἀσφάλειαν μὴ ἔχειν, ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ' αὐτοῦ, καὶ τῆς ἀπὸ θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτοῦ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπὸ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης, Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με, ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων, Οὐχ οὕτως, τουτέστιν οὐκ ἀναιρεθήσῃ. ὁ δὲ οὐ μόνον κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεργάζεται, τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων, Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ; ἐντεῦθεν λοιπὸν ἀπαριθμεῖται τὰς τιμωρίας. ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ· μία κόλασις· ἐργᾷ τὴν γῆν· δευτέρα αὕτη· ἀνάγκη γάρ τις ἄῤῥητος αὐτῷ συνέζευκται πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ' ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὴν ἐποίησεν, μιάνας ἀδελφότητος αἵματι. δεινὴ γὰρ τιμωρία ἡ μετὰ τῶν μισούντων δια455 γωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἔχειν τὸ μῖσος. ἐργᾷ τὴν γῆν, τουτέστιν, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεωπονικοῖς οὐδένα χρόνον ἀνήσεις οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς χαλεπωτέραν ἔχων τὴν ἀνάγκην ἐπὶ πόνων, ἀλλὰ δεσπότου τινὸς χαλεπωτέραν ἔχων