1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

112

Θεσσαλονίκης συνέταττέ τε τὰς δυνάμεις καὶ πόλεμον ἐξάγειν κατὰ 285 Μιχαὴλ ηὐτρεπίζετο. Καὶ μηδὲ τελέως ἀκουσθεὶς ἐπιστάς, ἅμ' ἠκούετο καὶ ἅμα ταῖς χώραις προσέβαλλε, λείαν τε πλείστην περιβαλλόμενος ὑποστρέφει. Καὶ ὁ μὲν τὰς δυνάμεις κατεῖχε διαχειμεριούσας περὶ τὸν Βαρδάριον, ὡς ἅμα ἦρι προσβαλῶν αὖθις. Ὁ δὲ Μιχαήλ, φόβῳ ληφθεὶς οὐ μετρίῳτὸν γὰρ δεσπότην καὶ ἐξ ἀκοῆς ἐδεδίττετο, τὰ πολλὰ πρὸ τοῦ τῷ Ἰταλικῷ στρατεύματι φρυαττόμενος· διὰ γὰρ τὸ πρὸς τὸν τοῦ Φερδερίχου παῖδα τὸν Μαφρὲ κῆδος ἐπὶ τῇ θυγατρὶ ἕτοιμον βοηθῆσον εἶχε τὸ ἐκεῖθεν στρατιωτικόν, ἀφεὶς τὸ ἐπ' ἐκείνοις θαρρεῖν, ἐπὶ σπονδὰς καταφεύγει καὶ πέμψας ἱκετεύει τὸν Ἰωάννην, κατα κλαιόμενός τε τὰς προτέρας παλιμβολίας καὶ περὶ τῶν μελλόντων ἐχέγγυον ἀσφαλὲς τοὺς ὅρκους ἐδίδου· ἐζήτει τε καὶ συνελθεῖν ἅμ' ἐκείνῳ καὶ πίστιν γενέσθαι βεβαίαν ἐκ τῆς πρὸς ἀλλήλους θέας ἠβούλετο. Ὁ γοῦν δεσπότης, τὴν πρεσβείαν δεξάμενος, ὡς λαβὼν παρὰ βασιλέως ἐκχώρησιν, ἐκέλευε τοὺς ὅρκους γενέσθαι· καὶ δὴ συνελθὼν αὐτῷ ἐφ' ὁρισθείσης ἡμέρας καὶ κατασπα σάμενος ἀπλάστῳ ἤθει, εἰ κἀκεῖνος καὶ πάλιν τὸν δόλον ἔκρυπτεν, πρὸς τὰ οἰκεῖα ἐκπέμπει.

καʹ. Ὅπως ὁ δεσπότης Ἰωάννης, ἀπαλλαγεὶς τῶν δυτικῶν, τοῖς κατ' ἀνατολὴν ἐχθροῖς προσβάλλει, καὶ μερικὸς ἔπαινος τούτου. Τὸν μέντοι γε δεσπότην Ἰωάννην μετακαλεσάμενος ἐκ Θεσσαλονίκης ὁ βασιλεύς, μικρὸν ὅσον συνδιατρίψαντά οἱ, ἅμα ταῖς δυνάμεσι πρὸς ἀνατολὴν ἐκπέμπει, τοῖς Πέρσαις ὡς ἦν συμμίξοντα. Ἦν δὲ κἀκείνῳ τρυφὴ τὸ ἐκείνοις ἐφιστάναι καί τι τῆς αὐτοῦ δόξης ἄξιον διαπράξασθαι. Ἦν γὰρ ταῖς ἀληθείαις ὁ ἀνὴρ ὀξύτατος, ὡς νῦν μὲν ἐνταῦθα ἀκούεσθαι, νῦν δὲ παρεῖναι ὅπου τις μηδὲ προσεδόκησεν ἂν πώποτε. Σκευὰς δ' ἐκείνας καὶ σαγμάτων πλήθη καὶ θεραπείας ἀφείς, ἑσπέρας ἐνσκευαζόμενος, ἵπποις ἐχρᾶτο ταχυδρομοῦσι καὶ τοῖς μηδ' εἰς νοῦν τὴν ἐκείνου ἔχουσι παρουσίαν ἐφίστατο. Καὶ ἵνα μὴ καταχαλῷτο τὸ σῶμα κινούμενον ἐφ' ἵππων καὶ ἀναβρασσόμενον συνεχῶς, κειρίαις τὸ σῶμα διείληπτό τε καὶ συνεσφίγγετο. ∆ιὰ ταῦτα καὶ ἠνδραγάθει τὰ μέγιστα, φοβερὸς ἅπασιν ὤν, ἅμ' ἀκουόμενος καὶ ἅμ' ἐφιστάμενος. Τὸ μέντοι γε στρατιωτικὸν καὶ λόγοις ἔθαλπε καὶ δώροις ἐθεράπευε καί, τὸ μέγιστον, οὐ δεσποτικῶς ἐκείνοις, ἀλλ' ἀδελφικῶς προσεφέρετο, ἀνὴρ 287 θεοφιλὴς καὶ πρᾶος καὶ χρηστὸς ἀνυπόκριτος. Εἰς δὲ φιλοδωρίαν καὶ πάντας ἐνίκα. Ἐπήνθει δὲ καὶ τὸ σῶφρον ἐκείνῳ, ὡς μηδὲν παρὰ μίαν ἀκουσθῆναι ὑποταγεῖσαν αὐτῷ πλὴν τὴν σύζυγον εἰς ἡδονῆς νόθου κλωπείαν· ἐκείνη δ' ἐκ νοθείας καὶ μόνη τούτῳ θυγάτριον φυσικόν, ἀλλ' οὐ νόμιμον, ἀπεγέννησεν, ὃ καὶ τῷ μέπε Ἰβηρίας ∆αυῒδ εἰς γάμον ἐδίδοτο. Τὰ δ' ἄλλα μέτριος ἦν καὶ καρτερικὸς ἐφ' ἅπασιν, εἰς δ' οἰκειακὴν τάξιν καὶ λίαν φιλότιμος καὶ τὸ σύμπαν περιφανής. Καὶ ἀκριβῆ σημεῖα τῆς μὲν φιλαγαθίας αὐτοῦ καὶ φιλοκαλίας περὶ τοὺς οἰκείους, ἐξ ὧν ἐκείνους παιδεύεσθαι συνέβαινεν ἐς τὸ ἀκριβὲς καὶ εἰς ἀληθι νοὺς ὑπηρέτας ἀποβαίνειν, τό, θανόντος ἐκείνου, τοὺς ἐκείνου θεραπευτὰς ἐπ' ἀξιώμασι μεγίστοις ἀξίους λογισθῆναι δουλεύειν τῷ βασιλεῖ· τῆς δέ γ' ἀφιλοχρηματίας ἢ μᾶλλον μισοχρηματίας, εἰπεῖν οἰκειότερον, καὶ τὸ πάντα στρατιώταις προΐεσθαι, ἐξὸν πιθάκνας ἔχειν χρημάτων καὶ ὑπερπλου τεῖν, ὡς πολλοὺς καὶ μεγάλους διενεγκόντα πολέμους καὶ χώρας πάσας ταῖς στρατιωτικαῖς ἐμπειρίαις παραστησάμενον, ἔτι δὲ κἀκ τῶν ἐνόντων εἰς ἰδίας οἰκονομίας προσκτᾶσθαι πλείονα, τὸ μετριώτατον, ὅτι καὶ πολλοῖς δοκεῖ ἀρετῆς ἄκρας σημεῖον τὸ τὰ οἰκεῖα καρπίζεσθαι, μηδὲν ἔξωθεν προσκτωμέ νους. Ὁ δέ, τοιαύτας εἰς τὸ πλουτεῖν ἀφορμὰς προβαλλομένης τῆς τύχης, τὸ οὕτω πλουτεῖν ἐκ πλεονεξίας ἐκτόπως ἀπέστυγε καὶ ἐμίσει, μόνῃ τῇ δόξῃ ἐνασμενίζων, ἧς οὐδὲν εἶχε προτιμᾶν ἄλλο· μόνη γὰρ τῶν κατὰ βίον πραγμάτων δόξα τοῖς ἀπελθοῦσι παρέπεσθαι πέφυκε. Καὶ ὁ μὲν νόμος τοῦ τῶν χριστιανῶν νομοθέτου Χριστοῦ, οὐ Σόλωνος οὐδὲ Λυκούργου, ἀλλ' αὐτοῦ τοῦ πλάστου καὶ ποιητοῦ καὶ Θεοῦ, ἐκ τῶν προσόντων