Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
κατάστασιν, διαπορῶν ἦν καθ' ἑαυτόν, ὡς ἔστι τις δύναμις ἡ συνέχουσα καὶ κυβερνῶσα τὸ πᾶν. Καὶ ἐπεὶ πάντες οἱ ἄνθρωποι ὁμολογοῦσιν εἶναι θεόν, ἕκαστος δὲ ὁμολογεῖ, ὅντινα βούλεται καὶ προαιρεῖται, ἔοικεν, ὅτι πάντες πλανῶνται καὶ ψεύδονται. Λείπεται γοῦν, ὅτι οὐκ ἔστιν ἕτερος θεὸς ἀληθὴς ἢ ὁ ποιήσας τὰ πάντα, ἅπερ εἰσὶ δοῦλα ἐκείνου, καὶ ἄγει καὶ φέρει καὶ εὐτακτεῖ, ὡς βούλεται. Τοῦτον οὖν τὸν θεὸν ἐγὼ προσκυνῶ. Καὶ πεσὼν ἐπὶ τῆς γῆς Ἁβραὰμ προσεκύνησε τῷ μόνῳ καὶ ἀληθεῖ θεῷ. Ὁ δὲ πανάγαθος θεός, ὁ διὰ τοῦ προφήτου Ἡσαΐου εἰπὼν ὅτι ἔτι λαλοῦντός σου ἐγὼ πάρειμι, αὐτὸς παρευ θὺς ἐδέξατο τὴν τοῦ Ἁβραὰμ προσκύνησίν τε καὶ πίστιν. Ἐλογίσθη τοίνυν αὐτῷ αὕτη εἰς δικαιοσύνην ἀντὶ πασῶν τῶν ἀρετῶν καὶ φίλος θεοῦ ἐγένετο. Ἡμεῖς γὰρ πάντες χρήζομεν τῆς ἀπὸ τῶν γραφῶν βοηθείας διὰ τὴν ἀσθένειαν ἡμῶν· ὁ δὲ δίκαιος Νῶε καὶ Ἁβραὰμ καὶ οἱ κατ' ἐκείνους καθαρὰν ἔχοντες τὴν καρδίαν οὐ δέονται γραμμάτων, ἀλλ' ἐν ταῖς καρδίαις αὐτῶν γράφονται καὶ ἐντυποῦνται. Τότε γοῦν εἶπεν αὐτῷ ὁ θεὸς καὶ τὰς ἐπαγγελίας εἰπὼν ὅτι ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη. Τότε ἔδειξεν ὁ θεὸς τῷ Ἁβραὰμ πᾶσαν τὴν γῆν καὶ εἶπεν αὐτῷ σοὶ καὶ τῷ σπέρματί σου δώ σω αὐτήν. Κἀντεῦθεν λαβὼν παῤῥησίαν ὁ Ἁβραὰμ παρεκάλεσε τὸν θεὸν περὶ τῶν Σοδόμων, καθὼς ἔμπροσθεν φθάσαντες εἴπομεν. Ἐπεὶ δὲ κρίμασιν οἷς οἶδε θεός, τίς γὰρ ἔγνω νοῦν Κυρίου; ὅτι μετ' ὀλίγον ἀποσταλῆναι μέλλουσι τὰ τοῦ Ἁβραὰμ ἀπό γονα εἰς τὴν Αἴγυπτον, ὡς ἂν ἐκεῖσε διαβάσωσι χρόνους τετρακοσίους καὶ τριάκοντα, καὶ γὰρ οὕτως εἴρηκεν ὁ θεὸς τῷ Ἁβραὰμ ὅτι ἔσται τὸ σπέρμα σου πάροικος ἐν γῇ ἀλ λοτρίᾳ, τὸ δὲ ἔθνος, ὃ ἐὰν δουλώσῃ αὐτούς, κρινῶ ἐγώ. Ὃ καὶ γέγονεν ἐπὶ τοῦ Φα ραώ. Καὶ διὰ τὴν πολυχρόνιον διατριβὴν τῶν Ἑβραίων μετὰ τῶν Φαραωνιτῶν, μή ποτε ἑνωθέντες μάθωσι τὰ τούτων ἔθιμα καὶ τὴν εἰδωλολατρείαν, ἐτάχθη ἡ περιτομὴ ὥς τι σημεῖον καὶ σύμβολον διαιροῦν καὶ διαχωρίζον τοὺς Ἑβραίους ἀπὸ τῶν Αἰγυ πτίων εἰς τὸ μὴ συνέρχεσθαι τούτους εἰς γάμου κοινωνίαν καὶ ἕνωσιν, τὸ μὲν διὰ τὴν αἰτίαν, ἣν φθάσαντες εἴπομεν, τὸ δὲ ἵνα καὶ ἐν τῷ καιρῷ τῆς ἐλευθερίας αὐτῶν ὦσιν ἕτοιμοι καὶ γνώριμοι οἱ Ἑβραῖοι. Καὶ εἴπερ ἡνοῦντο μετὰ τῶν ἀλλοφύλων, πῶς ἔμελλε 484 φυλάττεσθαι τὸ τοῦ Ἁβραὰμ σπέρμα καὶ γένος; ∆ιά τοι τοῦτο ἐν τῇ ἐρήμῳ εὑρισκόμε νοι οὐ περιετέμνοντο τεσσαράκοντα χρόνους διαβιβάσαντες, ἀλλ' ἐν τῇ Αἰγύπτῳ καὶ μετὰ τὴν ἐκ τῆς ἐρήμου ἔξοδον πάλιν. Καὶ ὁ μὲν εἷς λόγος, ὡς εἶπομεν, ὁ δ' αὖ ἕτερος ἔχει οὕτως, ὅπως περιτμηθέντες τῇ σαρκὶ ἔλθωσιν εἰς συστολὴν καὶ σωφρονισμὸν τῆς πολιτείας αὐτῶν καὶ οὐκ ὦσι λάγνοι καὶ ἀκρατεῖς· καὶ ἐντεῦθεν λογίζονται τὰς πορνείας αὐτῶν ἀντ' οὐδενός, ἀλλ' ἀνάγονται κατὰ μικρὸν εἰς τὸ ἑξῆς εἰς ὑψηλοτέραν γνῶσιν καὶ πολιτείαν, ἐπεὶ οὐκ ἐδόθη ὀρθοδοξίας χάριν παρὰ θεοῦ ἡ περιτομή, ἀλλὰ μόνον δι' ἃς εἶπομεν αἰτίας. 4. Ὅτι δὲ ἐλθόντος τοῦ Χριστοῦ ἤργησεν ὁ νόμος γάρ, οὐδὲ περιτομή ἐστιν, ἀφ' ὧν μέλλεις ἀκοῦσαι, πρόσχες. Τὸ μὲν βάπτισμα παρὰ θεοῦ δοθέν, ὀρθοδοξίας χά ριν ἐδόθη· καὶ διὰ τοῦτο πάντες ἄνδρες καὶ πᾶσαι γυναῖκες βαπτίζονται, ὁ δὲ μὴ βαπτι σθεὶς οὐκ ἔστιν ὀρθόδοξος. Ἡ δὲ περιτομὴ οὐχ οὕτως, ἀλλὰ μόνοι οἱ ἄνδρες περιτέ μνονται, αἱ δὲ γυναῖκες οὐχί. Ἔοικε γοῦν, ἵνα οἱ μὲν ἀσεβεῖς ἄνδρες, ὡς περιτετμήμενοι, ὦσιν ὀρθόδοξοι, αἱ δὲ γυναῖκες ὡς ἀπερίτμητοι ἀσεβεῖς. Βλέπεις, πῶς ἄλλος ἐστὶν ὁ τῆς περιτομῆς λόγος καὶ ἄλλως ποιοῦσιν οἱ Μουσουλμάνοι; Οἱ γὰρ αὐτοὶ πάντα ἀπερίτμητον ἀσεβῆ λογίζονται. Καὶ ἰδοῦ αὐτοὶ ἑαυτοῖς μάχεσθε, καὶ ἅπερ ὀρθοδοξίας χάριν τιμᾶτε, ταῦτα ἀπὸ μέρους ἀτιμάζετε. Καὶ οὐ μόνον εἰς αὐτὸ τοῦτο ἀναφαίνονται οἱ Μουσουλμά νοι ἐναντιοφωνοῦντες πρὸς ἑαυτούς, ἀλλὰ καὶ ἐν ἑτέροις πολλοῖς, ἅπερ οὐκ ἔστι τις χρεία κατὰ τὸ παρὸν λέγειν περὶ ἐκείνων. Ὅμως περὶ ἑνὸς εἴπωμεν. Λέγει ὁ Χριστὸς ἐν τῷ εὐαγγελίῳ ὅτι, ἐὰν μή τις βαπτισθῇ, οὐκ ἔστι τοῦ Θεοῦ, οὐδὲ τῆς σωτηρίας· ὁ δὲ Μωάμεθ μαρτυρεῖ τὸ εὐαγγέλιον, ἅγιον καὶ τέλειον καὶ εὐθές· οἱ Μουσουλμάνοι τοὺς περιτετμημένους λογίζονται ὀρθοδόξους,