πρὸς τοὺς ἐγ καταλειφθέντας παρὰ Θεῷ εἰς ὠφέλειαν ψυχῆς· Τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Καὶ ἐν τῷ εὐαγγελίῳ ειρηται τὸ σῶμα ἀσ κός· Οὐ γὰρ βάλλουσι νέους οινους εἰς ἀσ κοὺς παλαιοὺς, δηλονότι τὸν παλαιὸν αν θρωπον, ος ἐστι σῶμα. ̔Ως ουν πάντα κα τορθώσας, φησίν· ̓Ενέκρωσά μου τὰ μέλη ἐ πὶ τῆς γῆς, θείῳ λόγῳ τὴν θερμότητα ψύξας τοῦ σώματος, ὡς γαστὴρ νενέκρωται ταῖς σωματικαῖς ἡδοναῖς. Τὰ γὰρ δικαιώματά σου ἐν σαρκὶ ζώσῃ καὶ ἐν τῷ κατὰ σάρκα στρατευομένῳ χώραν οὐκ εχει. -Νεκροὶ μὲν, μᾶλλον οἱ ζῶντες παρὰ τῶν κακῶν γί νονται δίκαιοι, ὡς ἀσκοὶ ἀπόκενοι, μᾶλ λον η ἀνθρώποις ἀποψυχόμενοι, καθάπερ πάχνῃ περιπηγνύμενοι, καὶ τὸ θερμὸν καὶ πρακτικὸν παραιρούμενοι. ̔Ο τοῦ Θεοῦ λό γος, πνευματικὸς ων, πάχνη ἐκεὶ καὶ δρό σος καὶ ὑετὸς λέγεται, ος καταψύχει μὲν τὸν ἀπὸ παθῶν ἀκόλαστον ὀφθαλμὸν, ὡς τὴν νέκρωσιν ̓Ιησοῦ φέρειν ἐν ἑαυτῷ. 118.84 Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου, πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόν των με κρίσιν; ̓Ολίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, αις ευχεται ταχέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡς αν ὑποτάσσοιτο τὴν ψυχὴν, τοῦ θείου λόγου γεγονότος ἐν αὐτῇ· καν γὰρ ανθρωπος ἡμᾶς καταδιώκει, ἀλλ' οὐ προηγούμενος, ἀλλ' ὡς παρέσχεν ἑαυτὸν τόπον ἐκείνου. Ποίει ουν αὐτὸν καταπατῆσαι ὑπὸ τοῦ σοῦ λόγου, γε νομένου ἐν τῇ προαιρέσει μου. 118.85 ∆ιηγήσαντό μοι παράνομοι ἀδο λεσχίας, ἀλλ' οὐχ ὡς νόμον σου, Κύριε. Οἱ τῶν ἑτεροδόξων παρανόμων οντων λό γοι, καὶ διηγήσεις αὐτῶν ἀδολεσχίαι εἰσὶν, καὶ οὐδαμῶς συγκρίνονται τῷ θείῳ νόμῳ. -Σπανίως γὰρ εχω ἀπὸ Θεοῦ πρὸς τὸ τὴν γραφὴν ἐξηγήσασθαι χάριν, αλλων αλ λως ἐξηγουμένων αἱρετικῶν, ̓Ιουδαίων, Σα μαριτῶν. Καὶ οἱ παρανόμως βιοῦντες, ει τι λέγουσιν, ἀδολεσχία ἐστιν· ἐν ψυχῇ γὰρ πα ρανόμῳ ποῖος λόγος ευτονος η σωτήριος; 118.86,87 Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. ∆ιώκεται δικαίως μὲν ὁ παρανόμως βιοὺς, ἀδίκως δὲ ὁ δίκαιος, ὁ φιλαλήθης, ἐχθρὸς ἀνθρώποις γενόμενος, διὰ τὴν ἀλήθειαν. - Οὐ τύπος, οὐδὲ σύμβολον· μικροῦ δεῖ ἐκ τοῦ διωγμοῦ αὐτῶν ἐτελεύτησα, ἀλλ' ομως κατ' οὐδέν σου παριδὼν τὰς ἐντολὰς ἀπεῖ πον. 118.88 Κατὰ τὸ ελεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Ζωοποίησόν με κατὰ τὸ ελεός σου, καὶ ποιήσω τὰ μαρτύρια, οσα ἐκ τοῦ στόματός σου ἐξῆλθον. Στόμα δὲ Θεοῦ οἱ προφῆται, οιτινες διηκονήσαντο τοῖς μαρτυρίοις, ταῖς ἐντολαῖς, τοῖς δικαιώμασιν, τοῖς προστάγ μασι τοῦ Θεοῦ. 118.89 Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. ̓Εν τῷ οὐρανῷ, ἀντὶ τοῦ ἐν ταῖς ἁγίαις αὐτοῦ δυνάμεσιν. Τέτακται γὰρ ἐκεῖνα πάν τα, καὶ οὐδεμία λόγου παράβασις. Οὐρανῷ δὲ λέγω, οὐ μὴ παρερχομένῳ, ἀλλὰ καὶ ὡς ειρηται θρόνος ειναι τοῦ Θεοῦ. Εἰ δὲ θέλεις ἀκριβέστερον θεωρῆσαι τὸ εἰρημένον τῷ προφήτῃ, ἐξέταζέ μοι τὰ οὐράνια καὶ τὰ ἐ πίγεια· οὐδεμία παράβασις τῆς ἡλιακῆς κι νήσεως, ἀλλὰ τὸν δρόμον αὐτοῦ ἀπαραβά τως τηρεῖ· ιδε καὶ τῆς σελήνης τοὺς δρό μους καὶ τάξιν καὶ σχήματα, ἀνάβα, μετὰ ταῦτα, καὶ ἐπὶ τοὺς ἀστέρας καὶ τὴν λοιπὴν κτῆσιν, καὶ εὑρήσεις απαντα τῷ λόγῳ τοῦ διακοσμήσαντος ἰθυνόμενα. Καὶ μετ' ὀλίγα. Εἰ δὲ περὶ ἁγίων δυνά μεων φῂς, ἀγγέλων φημὶ καὶ ἀρχαγγέλων, καλῶς φῄς· ἀκίνητοι γὰρ, μᾶλλον δὲ δυσκί νητοί εἰσιν πρὸς τὸ κακόν· τοῦτο γὰρ πεί θει με λέγειν ὁ πεσὼν ἑωσφόρος δι' επαρσιν, ἐπεὶ οὐκ εχει τὸν λόγον τοῦ Θεοῦ. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; Καλῶς δὲ οὐκ εἰς τὸν αἰῶνα τῶν αἰώνων η εἰς τὸν αἰῶ να τοῦ αἰῶνος, ἀλλὰ εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ· μετὰ γὰρ τὸν αἰῶνα ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύ σονται. ̓Εν οις δέ ἐστιν ὁ λόγος διαμένων (δυνατὸν γὰρ τέλειον ειναι, δοκοῦντα μὲν ἐπὶ γῆς τυγχάνειν, τὸ δὲ πολίτευμα εχοντα ἐν τῷ οὐρανῷ), ουτως ἐστὶν ἐν αὐτοῖς καὶ ὡς ἐν οὐρανῷ ἡ ἀλήθεια. 118.90 Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν, καὶ