δι καιοσύνης καταυγάσων φωτί. Εἶτα τὴν δύναμιν ὡς ἔνεστι τοῦ Θεοῦ διηγεῖται. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὑτοῦ, κ. τ. ἑ. Ἑτοιμάζων ὄρη, ἀντὶ τοῦ, τοὺς μεγίστους τῶν ἐπὶ γῆς ἐν εὐσεβείᾳ, ὁ Θεὸς, μεταδιδοὺς αὐτοῖς τῆς θείας ἰσχύος. Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, κ. τ. ἑ. Ἐπιτιμᾷ Κύριος τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιεῖ γαλήνην μεγάλην. Τοῦ αὑτοῦ. «Κύτος» φησὶν, ἀντὶ τοῦ κοί λωμα ἢ βάθος. Ταραχθήσονται τὰ ἔθνη, κ. τ. ἑ. Ἐπὶ τοῖς Ἰησοῦ Χριστοῦ σημείοις ἐφοβήθησαν καὶ οἱ ἐν τοῖς πέρασι, μᾶλλον Ἰουδαῖοι, καὶ τοῦτο ἀκούσαντες, μᾶλλον δὲ καὶ ἰδόντες. Ἐπλήθυνας τοῦ πλουτίσαι αὐτὴν, κ. τ. ἑ. Πλοῦ τον τὴν γνῶσιν λέγει· «Ἐν παντὶ γὰρ ἐπλου τίσθητε ἐν πάσῃ γνώσει,» φησὶν ὁ Ἀπόστολος. Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, κ. τ. ἑ. Τροφὴν μὲν τὴν πνευματικήν φησιν· ἡτοιμάσθαι δὲ αὐ τὴν λέγει· διότι πρὸ καταβολῆς τοῦ κόσμου ὥρισται τὸ περὶ Χριστοῦ μυστήριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ τῇ παρὰ σοῦ προνοίᾳ ἑτοίμην αὐτοῖς παρέξεις τὴν τροφὴν, ὥστε μηδενὸς δεῖσθαι. Τὸ δὲ, «Οὕτως ἡ ἑτοιμασία σου,» τουτέστιν, ἐπειδὴ ἔργον σοι τὰ τοιαῦτα εὐτρεπίζειν καὶ ἑτοιμάζειν τοῖς ἀνθρώποις, ἀφ' ὧν ἁπάντων αὐτοῖς χορηγεῖς τὴν ἀφθονίαν. Ὥσπερ γὰρ τὸ ἑτοιμάζειν τὸ ἑδράζειν λέγει ἀπὸ τοῦ τὰ παρε σκευασμένα ἕτοιμα εἶναι καὶ βέβαια πρὸς τὴν χρείαν· οὕτω καὶ ἑτοιμασίαν αὐτὴν καλεῖ τὴν παρασκευήν· ὡς ἐνταῦθα. Ἵνα εἴπῃ, ὅτι· Οὐδενὸς ἐνδεηθήσονται, ἕτοι μα γὰρ αὐτοῖς πάντα καὶ παρεσκευασμένα, ὡς μη δὲν δεῖν αὐτοῖς φροντίδος· τὸ δὲ τοιοῦτον καὶ βέ βαιον. Ἐν ταῖς σταγόσιν αὐτῆς, κ. τ. ἑ. Κατὰ μι κρὰ, φησὶ, τῶν θείων χαρισμάτων διδομένων αὐ τῇ, εὐφραίνειν καὶ ἀνατέλλειν παρασκευάζει, τὸν νοητὸν δηλονότι καρπόν. Νοήσεις δὲ τὰς σταγόνας αὐτῆς ἀπὸ τοῦ εἰρημένου περὶ Χριστοῦ· «Καταβήσε ται ὡς ὑετὸς ἐπὶ τόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.» 12.1497 Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ, κ. τ. ἑ. Ἐν Ἡσαΐᾳ φησί· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καὶ καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν.» Ἐνιαυτὸν τοί νυν χρηστότητος τὸν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σω τῆρος ὀνομάζει χρόνον, ὡς μίαν αὐτῷ καρποφορίαν προσάγοντα. Τούτῳ τὴν εὐλογίαν ὁ προφήτης ἐπηύ ξατο. Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, κ. τ. ἑ. Ἐπιφανείσης τῆς χρηστότητος, ἔρημος δώσει καρπὸν, καὶ οἱ βουνοὶ, ἐφ' ὧν ἔθυον δαίμοσι, τοὺς εὐαγγελικὸν μετιόντας ὑποδέξονται βίον, περίβλεπτοι διὰ τούτους γενόμενοι. Καὶ νῦν δὲ ἅπαντες πρὸς τοὺς τὰς ἀκρωρείας κατειληφότας τρέχουσι. Καὶ αἱ κοιλάδες πληθυνοῦσι, κ. τ. ἑ. Ἐπὶ τὸ βέλτιον, φησὶ, μεταβαλοῦσαι αἱ κοιλάδες, καὶ πληθυνθεῖσαι νοητῶν καρπῶν, ἐκτενῶς σοι τοὺς ὕμ νους ἀναπέμψουσι. ΨΑΛΜΟΣ ΞΕʹ. Ἀλαλάξατε τῷ Θεῷ, κ. τ. ἑ. Ἀλλὰ καὶ τῆς μετὰ μετάνοιαν ἀναστάσεως πᾶσι προκειμένης πάν τες ἀλαλαζέτωσαν· πρὸς ἕκαστον γὰρ λέγεται· «Μή τι ὁ πεσὼν οὐκ ἀνίσταται;» Καὶ πρὸς ἅπασαν τὴν ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίαν ὁ Κύριος λέγει· «Ἀνά- στα, ἐλθὲ ἡ πλησίον μου.» Ὁ γὰρ ἀναστὰς διὰ μετα νοίας οὐκ ἔστι πόῤῥω Χριστοῦ. Γενομένης δὲ τῆς ἐν ἀλαλαγμῷ κατὰ τῶν ἡττωμένων φωνῆς, οἱ ἐλευθερω θέντες προστάττονται τῷ τῆς νίκης αἰτίῳ ψάλαι Θεῷ. ∆όξαν δὲ δίδωσιν αἰνέσει αὐτοῦ ὁ ἔχων τῇ αἰνέσει πρᾶξιν κατάλληλον· «Τοῖς γὰρ εὐθέσι πρέπει αἴνε σις·» διὸ κωλύεται ὁ φαῦλος τοῦτο ποιεῖν· «οὐκ ὄν τος ὡραίου αἴνου ἐν στόματι ἁμαρτωλοῦ.» Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ, κ. τ. ἑ. Ὁ ἰδὼν διαφορὰν τοῦ ἀναγγείλαντος τὰ ἔργα τοῦ Θεοῦ πρὸς τὸ, «Καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν·» εἰρημένον ἐν ἑξηκοστῷ τρίτῳ ψαλμῷ· καὶ πῶς εἴρηται ἐν ἑκα τοστῷ ἔκτῳ· «Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ·» ὄψεται πῶς δεῖ λέγειν τῷ Θεῷ· «Ὡς φοβερὰ τὰ ἔργα σου·» οὐχὶ δὲ, «Φοβερὰ τὰ ποιήματά σου.» Καὶ γὰρ τὰ ἔργα Κυρίου εἴδοσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ἐπιτήδειοι κατὰ τοῦτο ὄντες ἰδεῖν τὰ