112
ἄνω δὲ τὴν ἀκαρπίαν τῆς Ἱερου σαλὴμ δεῖξαι θελήσας· "Προφήτευσον γὰρ, υἱὲ ἀν θρώπου, ἐπὶ τὸν δρυμὸν τὸν Ναγέβ·" δηλοῖ δὲ τὸν νότον, ὡς προειρήκαμεν. κʹ. Καὶ δώσω περικύκλῳ τοῦ ὄρους μου εὐλογίαν, καὶ καταβιβάσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὑτοῦ, ὑετοὶ εὐλογίας ἔσονται. Τοι αῦτα γὰρ τὰ τῶν θείων ἀποστόλων διδάγματα, ἀρ δείαν εὐλογίας μεστὴν προσφέροντα ταῖς τῶν πι στευόντων ψυχαῖς. Ὅτι πολλάκις ἡ θεία Γραφὴ ὑετὸν τὴν διδασκαλίαν καλεῖ, μάρτυς ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ τῷ παλαιῷ ἀπειλῶν ἀμπελῶνι, ὅτι "Οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν." κζʹ. Καὶ τὰ ξύλα τὰ ἐν τῷ ἀγρῷ δώσει τὸν καρπὸν αὑτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὑτῆς. Οἵ τε γὰρ γήϊνοι τὴν ψυχὴν, τουτέστιν οἱ ἐκ τῶν ἐθνῶν ὁρμώμενοι, καὶ οἱ δίκην ἀγρίων ξύλων ἄκαρποι Ἰουδαῖοι, τῇ πίστει προσιόντες, καὶ τῆς τοιαύτης ἀρδείας ἀπολαύοντες, δώσουσί μοι τὸν τῆς εὐσεβείας καρπόν. "Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν ἐπ' ἐλπίδι εἰρήνης." Καὶ οὐκ εἶπεν ἐν εἰρήνῃ, ἀλλ' ἐν ἐλπίδι εἰρήνης· τούτοις γὰρ εἰς αὐτὸν πεπιστευκόσιν ὁ Κύριος ἔφη· "Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον." Καὶ ὁ θεῖος δὲ Ἀπόστολός φησιν· "Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα." Καὶ πάλιν· "Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώμα τος ἡμῶν." Εἶτα τὸ πάντων κερδαλεώτατον· Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ συν τρίψαι με τοὺς κλοιοὺς τοῦ ζυγοῦ αὐτῶν, καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσα μένων αὐτούς. (κηʹ.) Καὶ οὐκ ἔσονται ἔτι εἰς προνομὴν τοῖς ἔθνεσι· καὶ τὰ θηρία τῆς γῆς οὐκ ἔτι οὐ μὴ φάγῃ αὐτούς. Καὶ ἤδη ἔφην, ὅτι διπλῆ ἡ προφητεία· τὸ μὲν γὰρ αὐτοῖς Ἰουδαίοις, τὸ δὲ πᾶσιν ἀνθρώποις ἁρμόττει· καὶ γὰρ Ἰουδαίους ἀπὸ τῆς Βαβυλωνίων ἠλευθέρωσεν αἰχμαλωσίας, καὶ πάντας ἡμᾶς τῆς τοῦ διαβόλου τυραννίδος ἀπήλλαξε. 81.1165 Κλοιοὺς δὲ ζυγοῦ τὴν τῆς δουλείας ἀνάγκην ἐκά λεσεν· ἔθνη δὲ καὶ θηρία, ἐπὶ μὲν Ἰουδαίων τοὺς θηριώδεις πολεμίους, ἐφ' ἡμῶν δὲ τὰ διάφορα τῶν δαιμόνων τάγματα, οἳ δίκην θηρίων ἀγρίων ἐπιᾶσι τοῖς ἀνθρώποις. Εἶτα καὶ τὸ ἄμαχον δείκνυσιν ὅπλον, τὴν εἰς αὐτὸν ἐλπίδα φημί. "Καὶ κατοικήσουσιν ἐπ' ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς." Ἀγαθὸν γὰρ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄνθρωπον· ὁ γὰρ ταύτην ἔχων τὴν ἐλπίδα βοᾷ· "Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. κθʹ. Καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα. Τοῦτο καὶ ὁ προφήτης Ἡσαΐας λέγει· "Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐ τὸν Πνεῦμα τοῦ Θεοῦ," καὶ τὰ ἑξῆς. Καὶ πάλιν· "Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρ- χειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή." Τοῦτο ἑρμηνεύων ὁ Κύριος ἔφη· "Ἐγώ εἰμι ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα." Καὶ ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων εὑρί σκομεν τὴν νύμφην λέγουσαν· "Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδοῦς μου ἀναμέ σον τῶν υἱῶν." Καὶ ἐνταῦθα τοίνυν φησίν· "Ἀνα στήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα·" τουτέστιν ὀνομαστότατον, ἔνδοξον, πολυθρύλλητον. Ἴσως δὲ καὶ ἕτερον ὁ λόγος αἰνίττεται, ὅτι ἐκ τοῦ φυτοῦ τὸ ὄνομα λήψονται· ἀπὸ γὰρ Χριστοῦ Χριστιανοὶ πάντες οἱ εὐσεβεῖς· "Καὶ οὐκέτι ἔσονται ὀλίγοι ἐν ἀριθμῷ ἐν τῇ γῇ." Τουτέστιν οἱ εὐσεβεῖς· ὀλίγοι γὰρ λίαν ἦσαν πρὸ τῆς Χριστοῦ παρουσίας. "Καὶ οὐκ ἔτι ἔσονται λιμῷ ἀπολλύμενοι ἐπὶ τῆς γῆς." Πάσης, φησὶ, πνευματικῆς ἀπολαύσονται τροφῆς· λιμὸν γὰρ ἐνταῦθα τοῦ λόγου τὴν στέρησιν ὀνομάζει, ὃν διὰ τῶν προφητῶν ἠπείλησεν ὁ Θεός· "Ἐπάξω γὰρ, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου." -"Καὶ οὐ μὴ ἐνέγ κωσιν ἔτι ὀνειδισμὸν ἐθνῶν." Καὶ τοῦτο δὲ πάλιν καὶ ἡμῖν καὶ Ἰουδαίοις ἁρμόττει· ἡμεῖς τε γὰρ εἰς πλῆθος αὐξηθέντες, καὶ τὴν