113
διδόναι καὶ ἀντιλαμβάνειν τὰ μείζω· ὃ δὴ καὶ πιστευτέον ἐπάναγκες, εἰ πιστεύοι τις τῷ Χριστῷ, μὴ μόνον καθότι βαπτίζοιτο, ἀλλὰ καὶ καθότι ἀληθινὸν ἐκεῖνον ἔχοι, ἐφ' οἷς ἐπαγγέλλεται· βαπτισθέντα δὲ καὶ πιστεύσαντα, μὴ καὶ τοῖς λόγοις πιστεύειν ἐκείνου, μηδὲ τὸ πρώτως πιστεύειν ἔχειν, κἂν ὅ τι λέγοι. Καὶ ὁ μὲν Χριστοῦ νόμος οὗτος ἀνταμείβεσθαι κατὰ τὸ ἑκατονταπλάσιον ἐπαγγέλλεται· χωρὶς δὲ καὶ τοῦ προσδοκᾶν ταῦτα, ἀπόχρη καὶ μόνη ἡ παραμένουσα δόξα, 289 ἵν' εἴποι τις καὶ κατ' ἄνθρωπον, πείθειν τὸν συνετὸν οὐχ ὅπως πλεονεκτικῶς χρηματίζεσθαι, ἀλλὰ καὶ τὰ προσόντα τοῖς τυχοῦσι προΐεσθαι· ἐξαίρω δέ γε τοῦ λόγου τοὺς ἐπ' ἀναγκαίαις δοκούσαις χρείαις τινὰ τῶν ὄντων παρακα τέχοντας, εἰ μή γε καὶ αὖθις ἔχοιεν ἐκπορίζεσθαι. Ἀλλὰ ταῦτα μὲν ὁ δεσπότης Ἰωάννης καὶ λίαν ἔγνω καὶ γνοὺς τά οἱ συνοίσοντα ἔπραττεν. Ἐπεὶ δὲ οἱ ἀμφὶ τὸν μοναχὸν Νεῖλον, ὃς ἐκ Σικελίας μὲν ὥρμητο, ἐπὶ κακῷ δὲ τῆς τῶν Ῥωμαίων πολιτείας ἐπέστη, διδάσκων γλισχρεύεσθαι καὶ προμηθεῖς εἶναι τοὺς ἀνθρώπους περὶ τὴν δόσιν, μήπως λαθών τις, μετρίως τῶν πραγμάτων ἔχων, λαβὼν τῷ μὲν διδόντι τὴν τοῦ κακῶς οἰκονομεῖν τά οἱ προσόντα προστρίψοι μέμψιν, τὴν δὲ χάριν ἐκείνην οὐκ ἐπὶ μισθῷ, ἀλλ' ἐν κενοῖς γενέσθαι παρασκευάσοι, ὡς ἐντεῦθεν μηδένα διδόναι τῶν πάντων ἐξ ἀνάγκης ἐχόντων τι, διότι καὶ τοῦ εὖ πάσχειν κατὰ τὸν ἐκείνων νόμον ἀπείργοιτ' ἂν εὐπρεπῶς καὶ οὕτως ὁ τῆς μεταδόσεως ἀσθενοίη νόμος ... Ὢ πῶς ταῦτά τις καὶ ἐξαγγείλοι, ἰδίου χρῄζοντα καιροῦ; Ὁ γοῦν δεσπότης, ἔχων πρὸς τοῖς ἄλλοις καλοῖς καὶ τὸ φιλομόναχον, ἐκείνους που παρεισφρήσαντας τῇ οἰκίᾳ ὡς ἀρετῆς φίλους δέχεται, κἀντεῦθεν σύγχυσίς τις ἐπὶ μικρὸν περὶ τὰς τῶν οἰκείων δόσεις ἐκ τῆς ἐκείνων διδασκαλίας ἐπηκολούθει. Καὶ τὰ μὲν κατὰ τὸν δεσπότην οὕτως· ἐνέαζε γὰρ ταῖς προ θυμίαις καὶ δῆλος ἦν τὴν τῆς Ῥωμαΐδος σύστασιν περὶ πλείστου ποιούμενος. Τότε τοίνυν τῶν κατὰ τὴν ἕω πραγμάτων κακῶς ἐχόντων, σὺν πολλῷ τῷ τάχει τοῖς κατὰ τὸν Μαίανδρον τόποις ἐπεχωρίαζεν. Ἔτι δὲ καὶ αἱ περιφανεῖς κατ' ἐκεῖνο καὶ μεγάλαι μοναὶ ὑπὸ σκοπῷ καὶ φύλακι τῷ δεσπότῃ συνίσταντο. Καὶ δὴ ἃ μὲν οἱ Πέρσαι προκαταλαβόντες κατέσχον, συνεκχωρησάντων τῶν πολλῶν ἐκεῖθεν τοῖς βασιλεῦσι κἀκείνου λείποντος, τὰ περὶ τὴν Στρόβιλον λέγω καὶ τὴν Σταδιοτραχίαν, ὡς ἀδύνατα ὄντα ἐπανακεκλῆσθαι, οὐδ' ἐπε 291 χείρει κατὰ πεῖραν κατασχεῖν. Ὅσον δ' ἦν τὸ κατὰ Μαίανδρον καὶ Τράλλεις καὶ Κάϋστρον καὶ τὰ τῆς Ἀσίας βαθύτατα, ἐκράτυνέ τε προπολεμῶν καὶ τῆς κατὰ σφᾶς ἀσφαλείας μετέχειν ἐδίδου. Τοὺς δέ γε Μαγεδωνίταςἐκάκου γὰρ αὐτοὺς τό, πολλῶν ἔνθεν εἰς τὰς κατὰ δύσιν δουλείας μεταγομένων, καταθαρρεῖν τῶν λελειμμένων τοὺς Πέρσαςκαὶ λίαν συνίστα καὶ ἠσφαλί ζετο· ἦν γὰρ τὸ ἐκείνων πλῆθος πίσυνον τόξοις καὶ περὶ τὸ ἀντιμαχεῖν δεξιώτατον· καί γε τὰς προθυμίας ἐρρώννυ χρυσίῳ καὶ σφᾶς ἐδωρεῖτο φιλοτιμίαις. Οἱ μέντοι γε Πέρσαι, τὸ τάχος τῆς ἐπιστασίας μαθόντες, κατωρρώδουν τε καὶ αὖθις παλινοστοῦντες ταῖς δυσχωρίαις ἐνεδύοντο· ἀπο γνόντες δὲ τοῦ θαρρεῖν, αὐτίκα διεπρεσβεύοντο, ἀπέλυόν τε τοὺς αἰχμαλώτους καὶ ἠγάπων σῳζόμενοι. Ὁ δὲ τὸ μὲν ἡσυχίαν σχήσειν ἐκείνους εἰσαῦθις καὶ μάλα θαρρῶν ἐπίστευεν, οὐκ ἐξ ὧν ἐκεῖνοι διωμολόγουν, ἀλλ' ἐξ ὧν αὐτὸς οἶδεν ἐπιθησόμενος καὶ νικήσων, εἴ που καὶ παρακινηθεῖεν· τὸ δὲ μὴ παθεῖν ἀντίποινα ὧν ἔδρασαν τοὺς προσχώρους οὐκ ἐδικαίου τὸ σύνολον. Πλὴν ἱκετεύοντας προσεδέχετο καὶ σφίσιν ὅρους ἐτίθει, ἐς ὁπόσον ἂν καὶ κινηθεῖεν προσκαταβαίνοντες ταῖς νομαῖς, ὡς τὰς μεγίστας δώσοντες δίκας, εἰ παρασπονδοῖεν. Καὶ οὕτω μὲν τὰ κατὰ τὴν ἕω ὁ δεσπότης καθιστῶν τῆς προτέρας δυσκληρίας ἀνελάμβανε τοὺς ἐκεῖ καὶ θαρρεῖν παρεῖχεν ἀνέδην τὰς αὐτῶν γεωργοῦντας καρπίζεσθαι.
κβʹ. Ὅπως ἐνόσει ἀπολλύμενα τὰ κατὰ Μαρυανδηνούς, τὰ Βουκελλάριά τε καὶ ἡ Παφλαγονία. Ἐνόσει δὲ τὰ τῶν Βουκελλαρίων, Μαρυανδηνῶν τε καὶ Παφλαγόνων καὶ λίαν οἰκτρῶς. Τὸ δ' αἴτιον ὅτι τοῦ κρατοῦντος τὰ τεθησαυρισμένα