διαμένει. ∆ύο εἰσὶ γενεαὶ αἱ χωρήσασαι τὴν τοῦ Θεοῦ ἀλήθειαν, ο τε τῶν ̓Ιουδαίων λαὸς, ὁ εχων τὸν νόμον καὶ προφήτας, καὶ ἐκκλησία ἐξ ἐθνῶν· καὶ κατὰ τὴν τοῦ Χριστοῦ ἐκ κλησίαν οὐκ εἰς γενεὰς καὶ γενεὰς ἡ ἀλή θεια τοῦ Θεοῦ, ἀλλ' εἰς γενεὰν τὴν προτέραν καὶ γενεὰν τὴν δευτέραν· τὰ δὲ αλλα εθνη πεπλάνηνται, οτε δὲ καὶ ἡ προτέρα γενεὰ ἐ ξέβαλε τὴν ἀλήθειαν, καὶ ειπεν· Αιρε, αιρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, μεταβέβηκεν ἡ ἀλήθεια ἀπ' ἐκείνης τῆς γενεᾶς ἐπὶ ταύτην τὴν γενεάν. - ̔Ο ἐν προκοπῇ γενόμενος καὶ ὑψηλοτέρων απτεται δογμάτων, ωστε ἀϊδίου Λόγου τοῦ Πατρὸς μνημονεύειν, καὶ τό· ̓Εν ἀρχῇ ην ὁ Λόγος, μονονουχὶ λέγων, καὶ τῆς διακοσμήσεως τοῦ παντὸς σαφῶς δούλην αὐτοῦ κτίσιν απασαν ἀποκαλεῖ. - ̓Εν ταῖς ἐπουρανίοις δυνάμεσιν ὁ τοῦ Θεοῦ λόγος ἀεὶ διαμένει ἀκίνητος· δυνατοὶ γὰρ εἰς ἰσχὺν, ποιοῦντες τὸν λόγον αὐτοῦ. 118.91 Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, οτι τὸ σύμπαντα δοῦλα σά. Εἰ τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμη κός φησιν· ̓Εκεῖνος, γεωργίου μὴ ὑπάρχον τος, μηδὲ τὸν ἀναγκάζοντα εχων, μηδὲ ὑπὸ δεσπότην ων, ἑτοιμάζεται θέρους τὴν τρο φήν; Καὶ τάχα τοιοῦτόν ἐστι τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον, οτι ἐκεῖνος νόμον μὴ εχων τὸν καταναγκάζοντα, μήτε γνώ σεως μέτοχος ων, ἑτοιμάζεται θέρους τὴν τροφήν. ̔Ο Θεὸς γὰρ δεσπότης λέγεται δίττως· η ὡς δημιουργὸς, η ὡς γινωσκόμε νος· διὸ καὶ Παῦλος γράφει· Νυνὶ ἐλευθε ρωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέν τες δὲ τῷ Θεῷ, δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν, εχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασ μὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Εἰ δὲ τοῦ τοιούτου τέλους αμοιρός ἐστιν ὁ μύρμηξ, δη λονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς ουν λέγεται μὴ ειναι ὑπὸ δεσπότην κατὰ ταύτην τὴν δεσποτείαν. 118.92 Εἰ μὴ οτι ὁ νόμος σου μελέτη μου, τότε αν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Τὸν καιρὸν τῶν πειρασμῶν καιρὸν ὠνό μαζε ταπεινώσεως, καθ' ον μάλιστα θλίβε ται ἡ ψυχὴ, ἀφ' ου οὐδὲν ετερον ῥύεται ὡς ἡ θεωρία τῶν λόγων τοῦ Θεοῦ. Εχων γὰρ ὁ νόμος πνευματικὰ θεωρήματα πρὸς ἑαυτὸν, περισπᾷ τὴν διάνοιαν, καὶ ἀπωθεῖται τοὺς λογισμούς. Μακάριον γὰρ οντως τὸ μὴ ἀ πολύεσθαι ἐν περιστάσεσι γεγονότας, οιον ἐπὶ μαρτυρίου· εἰ μή τις προμελετήσει τοῦ Θεοῦ τὸν νόμον, ἀπόλλυται. 118.95 ̓Εμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀ πολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέ τοχος γεγονὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου· Ινα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. 118.96 Πάσης συντελείας ειδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα. ̔Ο πλατυνθεὶς καὶ μηκέτι διὰ τὴν κακίαν στενοχωρούμενος, πλατεῖαν ὡμολόγησε πᾶ σαν ειναι τὴν ἐντολὴν τοῦ Θεοῦ. 118.97 ̔Ως ἠγάπησα τὸν νόμον σου, Κύ ριε, ολην τὴν ἡμέραν μελέτη μού ἐστι. ̔Ο ἀγαπῶν τὰς ἐντολὰς ποιείτω αὐτὰς, καὶ ζήσεται ἐν αὐταῖς, η διὰ αὐτῶν. Καρ διαγνῶστα πάντων, ειδες οτι ἡδέως εχω πληρῶσαι τὰς ἐντολάς σου, Κύριε· ἐλεῶν μοι καὶ βοηθῶν μοι, ζῆσόν με διὰ τῆς χάριτός σου, τουτέστιν διὰ τὰς ἐπιφανείας τοῦ Υἱοῦ σου. - ̔Ο τοιοῦτος ἐν ἡμέρᾳ διὰ παντὸς μελετᾷ. Οὐκ ειπε δέ· ἐποίησα τὸν νόμον σου, ἀλλ' ἠγάπησα. Τελειότερος γὰρ ὁ ἐξ ἀγάπης, ἀλλ' οὐκ ἀνάγκης ποιῶν. Τοιοῦτον δὲ ἀγαπήσατε νόμον δικαιοσύνης, οἱ κρίνον τες τὴν γῆν. Καὶ μετ' ὀλίγα. ∆υνάμεθα νοεῖν τό· Ολην τὴν ἡμέραν μελέτη μού ἐστιν, ἐν ολῳ τῆς ζωῆς μου χρόνῳ, πολλαχοῦ γὰρ ὁ πᾶς χρό νος τῆς ζωῆς τῶν ἀνθρώπων ἡμέρα καλεῖ ται, ὡς ἐν τῷ· Καὶ σὲ ὑπέμεινα ολην τὴν ἡ μέραν, καὶ τό· Ενεκά σου θανατούμεθα ο λην τὴν ἡμέραν. 118.98,99 ̔Υπὲρ τοὺς ἐχθρούς μου ἐσόφι σάς με τὴν ἐντολήν σου, οτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. ̔Υπὲρ πάντας τοὺς διδασκάλους συνῆκα, οτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Εἰπὼν ὑπὲρ τοὺς ἐχθρούς μου, ἐχθροὶ δὲ ἡμῶν ἐκεῖνοι, οἱ εχοντες ζῆλον Θεοῦ, ἀλλ' οὐ κατὰ ἐπίγνωσιν· ἐκείνων δὲ ησαν καὶ αἱ γραφαὶ, καὶ πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ, καὶ ἐκεῖνοι οἱ διδάσκαλοι ἐπαγ γέλλονται