φοβερὰ ἔργα Κυρίου· τὰ γὰρ ἀνάλογα τοῖς ποιήμασι Κυρίου θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ οὐκ ἔστι φοβερά. Πᾶσα ἡ γῆ προσκυνησάτωσαν, κ. τ. ἑ. Καὶ παρὰ τῷ Ἀποστόλῳ πρῶτον «προσεύξομαι,» δεύτερον «ψαλῶ.» Ἐπιστήσεις δὲ, εἰ ἕτερόν ἐστι τὸ, «Ψαλάτωσάν σοι,» καὶ ἕτερον τὸ, «Ψαλάτωσαν τῷ ὀνόματί σου·» ὁ δὲ Σύμμαχος ἐξέδωκε· «Πάντες ἐπὶ 12.1500 γῆς προσκυνήσουσί σοι, μελῳδοῦντες ᾄσουσι τῷ ὀνό ματί σου.» Ὑμνήσατε, φησὶν, ὡς Ὑψηλοῦ μνημονεύοντες. Τοῦ αὐτοῦ. «Εὐθυμεῖ τις ἐν ὑμῖν, ψαλλέτω,» φησὶν ὁ Ἀπόστολος. ∆εῦτε, καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, κ. τ. ἑ. Βλέ πει τὰ ἔργα τοῦ Θεοῦ ὁ συνιεὶς πῶς καλά ἐστι· καὶ ὁ ἐλθὼν πρὸς τὸ λέγον πνεῦμα, «∆εῦτε,» συνίη σιν. Ὅσα δὲ ἂν βουλευσάμενος ἄνθρωπος λέγῃ τὰ περὶ τῶν ἔργων τοῦ Θεοῦ, τούτων πολλῷ μείζονά ἐστι τὰ ἔργα τοῦ Θεοῦ, ὥστε φοβηθῆναι ἂν ἐκπλαγέν τα τὸν ἰδόντα πῶς φοβερός ἐστιν ἐν βουλαῖς ὁ Θεὸς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὁ μεταστρέφων τὴν θάλασσαν, κ. τ. ἑ. Πρῶτον διὰ Μωϋσέως θάλασσα ξηραίνεται· εἶτα διὰ Ἰησοῦ ἐν ποταμῷ διελεύσονται ποδί. Τοῦ αὐτοῦ. Οὐκ εἶπε «μεταστρέψας,» ἀλλὰ «μεταστρέφων·» κατὰ μὲν γὰρ τὴν ἱστορίαν ἐπὶ τὴν Ἰουδαίαν ἅπαξ ἐγένετο· κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ, τῇ διδασκαλίᾳ ἐπ' ἀρετὴν καὶ γνῶσιν μεταφέροντος Θεοῦ. Ὁ Σύμμαχος οὕτως· «Μετέβαλε τὴν θάλασ- σαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί.» Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ, κ. τ. ἑ. «Ἐκεῖ,» δηλονότι ἐν ποταμῷ, ἔνθα εὐφρανθησόμεθα ἐπὶ τῷ Κυρίῳ, διελθόντες τῷ ποδὶ ἐν ποταμῷ· ὅτε γεγέ νηται ταῦτα, ὧν τύπος ἦν τὸ ἐν τῷ Ἰησοῦ θαῦμα, ὅτε ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν. Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη, κ. τ. ἑ. Οἱ ὀφθαλμοὶ αὐτοῦ τῷ παραπτώματι τοῦ Ἰσραὴλ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν. Οἱ πικραίνοντες μὴ ὑψούσθωσαν, κ. τ. ἑ. Οἱ παραπικραίνοντες οἱ ἐξ Ἰσραήλ εἰσιν· οὗτοι οὖν μὴ ὑψούσθωσαν ἑαυτοῖς, γινώσκοντες, ὅτι οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι. Τοῦ αὐτοῦ. Παραπικραίνοντές εἰσιν οἱ δεδω κότες εἰς τὸ βρῶμα αὐτοῦ χολὴν, καὶ εἰς τὴν δίψαν ποτίσαντες ὄξος. Τούτους ὁ μὲν Θεοδοτίων «ἐκκλί ναντας» εἶπεν, «ἀφισταμένους» δὲ ὁ Ἀκύλας· σα φέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· «Οἱ ἀπειθεῖς μὴ ὑψούτωσαν ἑαυτούς.» Μὴ τοίνυν μέγα φρονείτω ὁ ὑπέροπτος λαὸς τοῦ Ἰσραὴλ, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψηλὴν ἐπαιρέτω τὴν ὀφρὺν, μηδὲ λεγέτω καθ' ἑαυτόν· Ἐγὼ πρωτότοκός εἰμι ἐν τέκνοις Θεοῦ. Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, κ. τ. ἑ. Τοῦ θεμένου εἰς ζωὴν τὸν εἰπόντα· «Ἐγώ εἰμι ἡ ζωή.» Εἰς σάλον ἐδόθησαν οἱ πόδες Κάϊν, ὅτε, «ἐξελθὼν ἀπὸ προσώπου τοῦ Θεοῦ, ᾤκησεν ἐν γῇ Ναὴδ,» ὅ ἐστι σάλος· ἀλλ' οὐχ οἱ Μωϋσέως, ᾧ εἴρη ται· «Σὺ δὲ στῆθι μετ' ἐμοῦ·» οὗ αἱ κνῆμαι στῦλοι 12.1501 ἦσαν μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς, ὡς ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων εἴρηται. Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, κ. τ. ἑ. Σαφῶς τοῦτο ὄψει ἀπὸ τοῦ Ἰεζεκιὴλ, ἔνθα γέγραπται· «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων· Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι οἶκος Ἰσραὴλ, ἀναμε μιγμένοι πάντες χαλκῷ, καὶ κασσιτέρῳ, καὶ μολίβδῳ, καὶ σιδήρῳ, ἐν μέσῳ καμίνου ἀργυρίου ἀναμεμιγμέ νος ἐστί.» Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, κ. τ. ἑ. ∆ιὰ γὰρ πολλῶν θλίψεων εἰσελθεῖν δεῖ εἰς τὴν βασι λείαν τῶν οὐρανῶν. Ἀλλ' εἰ καὶ ἐπεβίβασας ἀνθρώ πους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, ἀλλ' οὖν θαῤῥοῦμεν διὰ ὑπομονῆς μετεωρίσαι αὐτὰς, κατασπωμένων ἀπ' αὐτῶν τῶν ἐπικειμένων πολεμίων ἀνθρώπων. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, κ. τ. ἑ. Ἃ ηὐ ξάμην, φησὶ, θλιβόμενος ἀποδώσω σοι. Ηὐξάμην δὲ ὡς, τῆς θλίψεως τῆς παρούσης ῥυσθεὶς, διαπαντὸς ἀναπέμψω σοι τὰς αἰνέσεις· ἤτοι τὰς κατὰ νόμον θυ σίας πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας· ἢ τὰς πνευμα τικὰς, εἰσερχόμενος εἰς τὸν οἶκον τοῦ Θεοῦ, τὴν Ἐκ κλησίαν, ἐν ὁλοκαυτώμασι, τελείας τε καὶ ὁλοκλήρους ἀρετὰς ἐξ ὅλων ἱερουργῶν, καὶ τὰς καταλλήλους αὐ τοῖς ἐκτιννύων εὐχάς. Ὁλοκαυτώματα μεμυαλωμένα, κ. τ. ἑ. Εἰ εὐ χὴ, «τὸ ὁλοκαύτωμά σου πιανάτω·» ἀκολούθως αὐτῇ ἐροῦμεν τὸ, «ὁλοκαυτώματα μεμυαλωμένα·» ὃ