De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἀγέλας ὁμιλαδὸν ἀποπνίγουσιν. Ἆρ' οὖν, εἰπέ μοι, τοῖς οὕτω βδελυρωτάτοις καὶ ἀκαθάρτοις πνεύμασι κατένευσε τὴν φιλοτιμίαν, καὶ διαπεραίνεσθαι τὸ δοκοῦν ἠφίει Χριστὸς τοῖς οὐδὲν ἐθέλουσιν ἀγαθόν; Καὶ μὴν ἀπίθανον κομιδῇ τὸ γοῦν τι τοιοῦτον ἡμᾶς ἐννοεῖν· ἀλλ' ἦν ἀναγκαῖον οὐ μεῖον ἢ ὁ Πατὴρ καὶ τὴν τῶν ὄντων πρόνοιαν ἀνῆφθαι τὸν Υἱόν, τοῦτό τε αὐτὸ δι' ἐνεργεστάτων ἡμῖν κατέδειξε πραγμάτων, ἵνα τὸ τῆς κατὰ πᾶν ὁτιοῦν ἰσότητος κάλλος λαμπρόν τε καὶ ἀκιβδήλευτον ἐπ' ἀμφοῖν διαφαίνοιτο. {Β.} Καὶ πῶς ἂν γένοιτο τοῦτο, φησί· ποῦ δὲ τὸ ἴσον ἐπ' ἀμφοῖν ὁρῷτο ἄν, ὑποταττομένου τε καὶ ὑφιζάνοντος 582 τοῦ Υἱοῦ, περὶ οὗ φησιν ὁ θεσπέσιος Παῦλος· "Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;" {Α.} Εἶτα τί τοῦτο ἐροῦσι, τὸ ὑποτετάχθαι φημὶ τῷ Πατρὶ τὸν Υἱόν, ἢ καὶ ὅπως ἂν ἐξώσειαν τῆς πρὸς αὐτὸν ἰσότητος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον; Οὗ δ' ἂν ὅλως ὁ τῆς φύσεως ἡμῖν πολυπραγμονῆται λόγος, τί τὸ χρῆμα τῆς ὑποταγῆς ἀνοητότατα παρεισκρίνεται, τοῖς τῆς οὐσίας λόγοις οὐκ ἐγγραφόμενον; {Β.} Ὅτι ἐκ τοῦ ὑποτετάχθαι, φησίν, ἡ τῆς οὐσίας ποιότης εὖ μάλα διαγινώσκεται. {Α.} Καὶ μήν, ὦ φιλότης, ἀναμάθοις ἂν καὶ λίαν ἀκονιτὶ τὸν ἐπὶ τῷδε λόγον ὡς σαθρός τέ ἐστι καὶ ἀμαθίας ἔμπλεως. "Πνεύματα μὲν γὰρ προφητῶν προφήταις ὑποτάττεται," κατὰ τὸ γεγραμμένον, καὶ οἱ τοῦ δεῖνος, φέρε εἰπεῖν, υἱοὶ τῷ ἰδίῳ γεννήτορι, καθάπερ ἀμέλει φαίην ἂν ὅτι τῷ μὲν Ἀβραὰμ ὁ Ἰσαὰκ ὑπετάττετο, τῷδε δὲ αὖ πάλιν ὁ ἐξ αὐτοῦ. Ἀλλ' οὔτε τὰ τῶν προφητῶν πνεύματα διὰ τὴν εἰς ἄλληλα γενομένην ὑποταγὴν ἀνομοίαν αὐτοῖς τὴν φύσιν ἐτίθει, οὔτε μὴν ἑτεροφυᾶ τε καὶ ἔκφυλον τὸν μακάριον Ἰσαάκ, ἐπείπερ αἰδοῖ τῇ πρὸς πατέρα νικώμενος, ὑπετάττετο καὶ καλὸν υἱότητος ξένιον ἐδίδου τῷ φύσαντι τὴν ὑπακοήν. Εἰ μὲν οὖν οἷς ἂν ἐγγένοιτο τῆς ὑποταγῆς τὸ χρῆμα πάντη τε καὶ πάντως ἑτερουσίους ὁρᾶσθαι ποιεῖ καὶ θεσμῶν ἐξίστησι φυσικῶν, διαπεπήχθω καλῶς, ἑστάτω τοῦτο καὶ ἐφ' Υἱοῦ, καὶ ἀληθὴς ἔστω ὁ λόγος. Εἰ δὲ τοῖς τῆς οὐσίας λόγοις παρενοχλεῖ μὲν οὐδέν, τρόπος δέ, οἶμαι, τὶς οὑτοσὶ τιμῆς καὶ ὑπακοῆς, ὡς ἐξ υἱοῦ πρὸς πατέρα, καὶ θελημάτων ἀστεία ῥοπὴ τὸ εἰκὸς καὶ πρέπον ἐκτετιμηκότων, ὃ μηδὲ ἐφ' ἡμῶν αὐτῶν κατὰ τῶν τῆς φύσεως ἰσχύει λόγων· τί προσνέμουσιν ἀμαθῶς καὶ ὡς δυσανάτρεπτον κομιδῇ κατεξανιστᾶσιν οἱ δείλαιοι τῷ ἐκ Θεοῦ κατὰ φύσιν Θεῷ; Ἦ γὰρ οὐχὶ γέγραφεν ὁ Λουκᾶς περί τε αὐτοῦ τοῦ Χριστοῦ καὶ τῆς ἁγίας Παρθένου καὶ τοῦ νομισθέντος κατὰ σάρκα πατρὸς ὅτι "Ἦν ὑποταττόμενος αὐτοῖς;" {Β.} Ναὶ γέγραφεν ὁμολογουμένως. {Α.} Ἆρ' οὖν, ὦ 'γαθέ, καὶ ἀνθρώπου φύσεως ἐρρίφθαι κατόπιν ὑποτοπητέον αὐτόν, καίτοι Θεὸν ἐκ Θεοῦ πεφηνότα, καὶ ἀπορρήτως γεγεννημένον, ἐπεὶ καὶ αὐτοῖς ὑπετίθει τὰ καθ' ἑαυτόν, καὶ ὑπετάττετο μὲν τῇ κατὰ σάρκα μητρί, 583 αἰδοῖ δὲ ἡττώμενος τῇ πρὸς Ἰωσὴφ τὸ ὡς πατρὶ πρέπον ἐχαρίζετο γέρας; {Β.} Οὐδαμῶς, θορυβεῖ δὲ λίαν ἡ ὑποταγὴ καὶ τοῦ τὸ μεῖον ἔχειν αὐτὸν ὑποψίας ἐμποιεῖν οὐκ ἀνικάνως ἔχει. {Α.} Ἀλλ' οὐχὶ τοῖς ἐν πίστει βεβαίως ἐρηρεισμένοις ἐνεργάσαιτ' ἂν τὸ κατά τι γοῦν ἐνδοιάσαι δεῖν, οἳ τὸν ἀσινῆ τε καὶ ἀκαπήλευτον ἐν ἰδίαις ψυχαῖς εἰσοικισάμενοι λόγον, τὴν ἀπατεῶνα καὶ βωμολόχον τῶν διεστραμμένων οὐ προσίενται δόξαν, διαμέμνηνται δὲ μᾶλλον τοῦ μακαρίου γράφοντος Παύλου· "Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ." Ἀναπνεῖ μὲν γὰρ ἔσθ' ὅτε καὶ ἀναφυσᾶται πολὺ κατά γε τῆς δόξης τοῦ Μονογενοῦς τῶν δι' ἐναντίας ὁ λόγος, καὶ ἐξ αὐτῶν ἡμῖν τῶν ἱερῶν Γραμμάτων ἀρτύει τὸ κατη γόρημα, ὁποῖον δὴ τοῦτό ἐστι τὸ δεινόν, ὡς οἴονται, καὶ ἀειθρύλλητον πρόβλημα· "Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα." Ἀλλ' οἱ νήψει τῇ κατὰ Θεὸν διεγηγερμένοι πρὸς σύνεσιν τὴν εὐμαθῆ τε καὶ ἀπαράφθορον κατατυ ραννοῦν τῆς ἀληθείας εἰ θεάσαιντο