1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

114

σκορπί σαντος κατά τε κήδη τὰ πρὸς τὰ ἔθνη καὶ βαρείας φιλοτιμίας, συχναῖς ἀποστολαῖς χρωμένου. Οὐκ οἶδα δὲ εἰ καὶ σκῆψις ἦν τὸ προβαλλόμενον, τὸ ἐνδεὲς δηλαδὴ πρὸς τὰς χρείας· μὴ καὶ μᾶλλον ἦν τὸ ὑπ' ὀδόντα λεγόμενον, 293 ὡς, τὸ ὑπήκοον ὑποπτεύων διὰ τὰ συμβάντα, τὸν λαὸν κακοῦν ζημίαις συμφέρον ἔγνω, μὴ καὶ κατεξανασταῖεν τρυφῶντες. Ταύτης γοῦν τῆς αἰτίας ἢ οὔσης ἢ καὶ δοκούσης ἕνεκα, συχναῖς ἀναγραφαῖς τὰς χώρας ἐκαλαμᾶτο. Ἐνεπίστευε δὲ τὰς τοιαύτας οἰκονομίας καὶ ἐξισώσεις ἀνδράσιν οὐδέσι, μεγάλων ἐπὶ τούτοις τεταγμένων τὸ πρότερον· καῖσαρ γὰρ Ῥωμανὸς καὶ μέγας δομέστικος ὁ τοῦ βασιλέως πατὴρ ἐξισωταὶ κατὰ Σκάμανδρον ἦσαν· πλὴν ἐχρυσολόγουν ἐντεῦθεν καὶ τῷ κοινῷ ταμιείῳ προσῆγον τὰ χρήματα. Τοῦτο συμβὰν καὶ τοῖς Παφλαγόσι καί γε τοῖς προσωτέρω, ἠργυρολογοῦντο τῷ χρόνῳ κάμνοντες. Τῶν μὲν γὰρ χρειωδῶν καὶ λίαν εἶχον, εὐπόρως διδούσης τῆς γῆς, νομισμάτων δὲ πενιχρῶς εἶχον, ὡς πάντων γεωργούντων τὰ ἀναγκαῖα. Κεφαλαιουμένων γοῦν τῶν τελῶν ἐπὶ νομίσμασι χρυσίου καὶ ἀργυρίου, διδόντες τὸ τεθὲν ἐξ ἀνάγκης ἐξηποροῦντο. Ἦσαν δ' ἄλλως καὶ στρατείας οὐδὲν εἰδότες οἱ πλεῖστοι. Ὅμως ἔθνους φιλοκερδοῦς πονηρίαν πολλὰ ἂν κάμοι τις διορθοῦν θέλων, εἰ καὶ μὴ πάσχοι· εἰ δὲ πάσχει, οὐκ ἔστιν ὅπως μὴ ἀπρακτεῖν πᾶσαν ἐπίνοιαν. Ἐκεῖνοι τοίνυν, καὶ μᾶλλον οἱ ταῖς ἄκραις προσκαθήμενοι, τῷ τε πάσχειν ἐνθένδε καὶ τῷ ἐλπίζειν ἐκεῖθεν τὰ λῴονα, εἰ μόνον προσχωροῖεν ἑκόντες, προσχωρεῖν ἔγνωσαν καὶ ὁσημέραι προσετίθεντο Πέρσαις. Τοῦτο γοῦν οὐκ ἐπ' ὀλίγον γενόμενον, συνάμ' ἐκείνοις οἱ Πέρσαι, ὁδηγοῖς ἅμα καὶ συμμάχοις χρώμενοι, καταθαρρεῖν εἶχον τῶν λελειμμένων. Καὶ πρῶτον μέν, ἐκδρομὰς ποιοῦντες, κατέθεον τὴν γῆν ἐκείνων καὶ σκυλεύοντεςοὐ γὰρ ἐθάρρουν μένειν ὑπέστρεφον· εἶτα τῶν μὲν ὑποκλινομένων, τῶν δὲ καὶ ἀποικιζομένων δέει τῷ περὶ τοῦ ζῆν, ἐσχωρεῖν ἐκ τοῦ ῥᾷστα τοῖς ἐναντίοις ἦν, καί, κατασχόντες τὴν χώραν, κακὸν ἦσαν γειτόνημα τοῖς πλησίον. Τῷ μέντοι γε βασιλεῖ δόξαν ἀνακλητέον ἐκείνην εἶναι, ὅτε δὴ καὶ θελήσοι, ὡς ἐπὶ θύρας οὖσαν, οὐ μέλον ἦν, ἀλλὰ πρὸς τοῖς δυσικοῖς πᾶσαν εἶχε τὴν ἀσχολίαν, τὰ ἐν ποσὶ κατα προϊέμενος. Εἴωθε γὰρ ἀεὶ τὸ μὲν ἀνὰ χεῖρας καταφρονεῖσθαι διὰ τὸ σύνηθες, ζητεῖσθαι δέ γε τὸ μὴ κρατούμενον, ὡς θέλξον ἤδη ἐξ ἀσυνήθους προσγεγονός. 295

κγʹ. Τὰ περὶ τοῦ φανέντος κομήτου ἐκ βορρᾶ ἐπὶ μησὶ τοῖς θέρους καὶ τῆς ἐπὶ δύσιν ἐκστρατείας τοῦ βασιλέως καὶ περὶ τοῦ πατριάρχου Ἀρσενίου. Οὕτω τοίνυν ἐκείνων κακουμένων, ἀστὴρ κομήτης ἐκ δύσεως κατὰ τὸ ἑωθινὸν ἐξέλαμπεν ἐξ ἦρος ἐς φθινόπωρον, ἐφόβει δὲ τοὺς ὁρῶντας, πυρὶ καπνὸν σύμμικτον ἀποπάλλων, ὥς τι κακὸν προσημαίνων. Οὐ γὰρ ἦν, οὐκ ἦν, φαινομένων τοιούτων ἐξαισίων κατ' οὐρανόν, μὴ καί τινα κατὰ γῆν καὶ ἔθνη παρὰ τὸ σύνηθες γίνεσθαι. Εἰ δὲ καὶ τῶν κομητῶν εἶεν οἱ φοβερώτατοι, ὡς ἐκεῖνος ἦν τότε, τὸ κακὸν πρόδηλον ἐλευσόμενον. Μαρτύριον δὲ τοῦ λόγου καὶ τὸ λεγόμενον Οὐδεὶς κομήτης ὅστις οὔ· προστιθεῖσι γὰρ καὶ τὸ λεῖπον οἱ εὖ εἰδότες τῶν τοιούτων, τὸ φύσει κακός, ὡς γίνεσθαι τὸ σύμπαν ἴαμβον. Τότε τοίνυν δόξαν τῷ βασιλεῖ, τῶν δυτικῶν καὶ αὖθις κινουμένων, ὡς καὶ παρασπᾶσθαι παρ' ἐκείνων τὰ τούτων, οὐκ ὀλίγας δυνάμεις συναγαγών, τῆς ἐπὶ τῆς Θεσσαλονίκης ἥπτετο, ὡς ἐκεῖθεν συναρτύσων τὰ τοῦ πολέμου. Εἰς Ξάνθειαν οὖν καταντήσας, ἐκεῖσε κατασχεῖν ἔγνω διαχειμεριούσας τὰς συντάξεις. Τοῦ καιροῦ γοῦν τριβομένουσυνήχθησαν γὰρ ἀμφ' ἐκεῖνον καὶ τῶν ἱεραρχῶν οὐκ ὀλίγοι, καὶ ἦν σκέψις περὶ τοῦ πατριάρχου. Ἐκεῖ γὰρ καί τισιν ἐκινοῦντο λόγοι πρὸς ἐκεῖνον ἀναφερόμενοι ἔγκλημα ὡς δῆθεν καθοσιώσεως· καὶ διὰ ταῦτα διεμηνύετο καὶ πατριάρχης κατὰ Ξάνθειαν ἀπαντᾶν, πεμφθέντων δυοῖν ἀρχιερέοιν εἰς τοῦτο. Κἀκεῖνος οὐχ ὑπακούων, ὅμως τὸν καιρὸν θεραπεύων, καὶ ἅπαξ καὶ δὶς ἐκ τῶν τοῦ κλήρου ὡς βασιλέα ἀπέστελλε, τοῦτο μὲν καὶ εἰρηνικῶς περὶ τῶν βασιλικῶν ὑγειῶν μαθησόμενος, τοῦτο δὲ καὶ ἀνὰ μέρος ἀπολογούμενος τῷ προτείνειν αἰτίαν