114
φύραμα. Πεντάκις γὰρ συνθεὶς τὸν τεσσαράκοντα ἢ τετράκις τὸν πεντήκοντα ποιεῖς τὸν διακόσια. Ὁ δὲ ἑκατὸν ἀριθμὸς(21) τὴν τελείαν ἀρετὴν σημαίνει, ὡς ἔχων δεκαπλουμένην τὴν θείαν δεκάδα τῶν ἐντολῶν· εἰς ἣν φθάσας ὁ Ἀβραὰμ πατὴρ γίνεται τοῦ μεγάλου Ἰσαάκ, νεκρὸς κατὰ φύσιν, ζωῆς καὶ χαρᾶς γεννήτωρ κατὰ Πνεῦμα γενόμενος. Συνθεὶς οὖν τοῖς διακοσίοις τὰ ἑκατόν, τὸν τριακόσια πληρώσαις ἂν ἀριθμόν, δηλοῦντα τὴν πρόνοιαν, κατὰ τὸν τοῦ εὖ εἶναι λόγον τὴν φύσιν συνέχουσαν.
Ὁ δὲ ἑξήκοντα τὴν κατὰ φύσιν ποιητικὴν τῶν ἐντολῶν σημαίνει δύναμιν τετελειωμένην τοῖς λόγοις τῶν ἀρετῶν. Εἰ γὰρ ὁ ἓξ τὴν ποιητικὴν σημαίνει τῆς φύσεως δύναμιν, ὡς τέλειος καὶ ἐκ τῶν ἰδίων μερῶν συνιστάμενοςδιὸ καὶ ἐν ἓξ ἡμέραις πεποιηκέναι τὸν Θεὸν τὸν κόσμον γέγραπται , ὁ δὲ δέκα τὸ τέλειον τῆς ἐν ταῖς ἐντολαῖς ἀρετῆς δηλοῖ, ἄρα ὁ ἑξήκοντα(22) τὴν κατὰ φύσιν δεκτικὴν τῶν ἐν ταῖς ἐντολαῖς θείων λόγων σαφῶς παραδηλοῖ δύναμιν.
Οὐκοῦν (43.360) αἱ τέσσαρες μυριάδες πρὸς τοῖς τρισχιλίοις τριακοσίοις καὶ ἑξήκοντα δηλοῦσι τὸν τέλειον περὶ ἀρετῆς λόγον καὶ τὸ σεπτὸν τῆς θεολογίας μυστήριον καὶ τὸν ἀληθῆ τῆς προνοίας σκοπὸν καὶ τὴν ἀρεταῖς ποιωθεῖσαν πρακτικὴν τῆς φύσεως δύναμιν· μεθ᾽ ὧν ὁ σαρκὸς αἰσθήσεώς τε καὶ κόσμου τῷ Πνεύματι διακρίνας τὸν νοῦν πάντως ἐξέρχεται, τὴν ἐν ἀλλήλοις τούτων ἀφείς, ὡς τὴν Βαβυλωνίαν οἱ πάλαι, φύρσιν καὶ σύγχυσιν, καὶ πρὸς τὴν ἄνω πόλιν ἐπείγεται, πάσης τὸν νοῦν ἔχων τῆς πρὸς ὁτιοῦν σχέσεως ἄνετον.
(14Γ_072> Παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι ἑπτά. Ὁ νόμος, ἐν τῷ περὶ παίδων καὶ παιδισκῶν τόπῳ διαγορεύων, φησὶ τοὺς ἑβραίους παῖδας καὶ παιδίσκας ἓξ ἔτη δουλεύειν καὶ τῷ ἑβδόμῳ ἀπολύεσθαι ἐλευθέρους, τοὺς δὲ ἀλλοφύλους παῖδας καὶ παιδίσκας δουλεύειν εἰς τὸν αἰῶνα, τὸ πεντηκοστὸν ἔτος οἶμαι τῆς ἀφέσεως αἰῶνα καλῶν. Ἑβραῖος δὲ παῖς καὶ ἑβραία παιδίσκη εἰσὶν οἱ τῷ πρακτικῷ φιλοσόφῳ δουλεύοντες ἓξ ἔτη λόγος καὶ διάνοια πρὸς ἐπίνοιαν τῆς ἠθικῆς εὐπρεπείας καὶ ἀρετῆς τρόπων ἐξεύρεσιν. Παντὶ γὰρ πρακτικῷ, παιδὸς καὶ παιδίσκης δίκην, ὁ λόγος καὶ ἡ διάνοια μοχθοῦσι, τοὺς κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπους ἐπινοοῦντές τε καὶ δημιουργοῦντες, καὶ οἷον πᾶσαν ἑαυτῶν κατὰ τῶν ἀντικειμένων τῇ πρακτικῇ πνευμάτων τῆς πονηρίας τὴν δύναμιν ἔχοντες ἀντιτεταγμένην. Πληρώσαντες οὖν τὴν πρακτικὴν φιλοσοφίαν, ἣν ὁ ἓξ τῶν ἐτῶν παρεδήλωσεν ἀριθμόςεἴρηται γὰρ ὡς ὁ ἓξ ἀριθμὸς τὴν πρακτικὴν σημαίνει φιλοσοφίαν, ἐλεύθεροι πρὸς τὴν πνευματικὴν ἀπολύονται δηλονότι τῶν ἐν τοῖς οὖσι συγγενῶν λόγων θεωρίαν ἐπανερχόμενοι, ὅ τε λόγος καὶ ἡ διάνοια, ὁπηνίκα κατὰ τὸ ἕβδομον ἔτος(23) γένωνται, τουτέστι τῆς ἀπαθείας τὴν ἕξιν, καθ᾽ ἣν δαμασθέντα τῷ πολλῷ καμάτῳ τοῦ λόγου καὶ τῆς συνημμένης αὐτῷ διανοίας ὑποχωρεῖ τῆς ψυχῆς τὰ πάθη καὶ ὑπεξίσταται.
Ἀλλόφυλος δὲ παῖς ἐστι καὶ παιδίσκη ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, οὓς ὑποζεύγνυσι διαπαντὸς τῇ δεσποτείᾳ τοῦ λόγου πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν δι᾽ ἀνδρείας καὶ σωφροσύνης ὁ θεωρητικὸς νοῦς, μὴ διδοὺς αὐτοῖς παντελῶς τὴν πρὸς ἐλευθερίαν ἄφεσιν, ἕως ἂν καταποθῇ τῷ νόμῳ τοῦ Πνεύματος τελείως ὁ τῆς φύσεως νόμος, καθάπερ ὑπὸ ζωῆς ἀπείρου σαρκὸς δυστήνου θάνατος, καὶ πᾶσα δειχθῇ καθαρῶς ἡ τῆς ἀνάρχου βασιλείας(24) εἰκών, πᾶσαν ἔχουσα τοῦ ἀρχετύπου διὰ μιμήσεως τὴν μορφήν· καθ᾽ ἣν γενόμενος ὁ θεωρητικὸς νοῦς, ἐλευθέρους (14Γ_074> ποιεῖται τόν τε θυμὸν καὶ τὴν ἐπιθυμίαν(25), τὴν μὲν πρὸς τὴν ἀκήρατον τοῦ θείου ἔρωτος ἡδονὴν καὶ τὴν ἄχραντον θέλξιν μετασκευάζων, τὸν δὲ πρὸς ζέσιν πνευματικὴν καὶ διάπυρον ἀεικινησίαν καὶ σώφρονα μανίαν μεταβιβάζων· καθ᾽ ἥν, ὡς ἔοικεν, ἡ μεγάλη τοῦ ἀκηράτου φωτὸς ἀκτὶς ὁ μέγας ἀπόστολος Παῦλος γενόμενος ἐν ταῖς Πράξεσιν ἤκουσε παρὰ τοῦ βασιλέως Ἀγρίππα μαίνῃ, Παῦλε, καὶ