τυγχάνει, ὅτε μὴ ἄλλου τυγχάνει, ἀλλὰ τῷ Θεῷ ἀναφέρεται καθ' ὃν τρόπον δεῖ τὸ θυμίαμα ἐνώπιον αὐτοῦ. Καὶ μετὰ κριῶν δὲ ἡ προσευχὴ γίνεται ἤτοι ἡ προσφορά. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὁρμαὶ, ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ἔχουσαι. Μετὰ δὲ τῶν εἰρημένων καὶ βόας, φησὶ, μετὰ χιμάρων ἀνοίσω· ἱε ρουργοῦντος τάχα γοῦν τοῦ προσάγοντος θυσίαν ζῶ σαν τῷ Θεῷ τὸ ἴδιον σῶμα. Ἀναλογεῖ γὰρ τῷ σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον, ἔχον τὴν πλάσιν ἐκ γῆς. Χίμαροι δὲ μετανοίας ἔργα· περὶ γὰρ ἁμαρτίας προσεφέροντο. Τοῦ αὐτοῦ. Πᾶς ὁ ἔχων τὸ ἡγεμονικὸν καθα ρὸν, καὶ προσευχόμενος τῷ Θεῷ, οὗτος θυμίαμα μετὰ κριῶν προσφέρει Θεῷ. ∆εῦτε, ἀκούσατε, καὶ διηγήσομαι, κ. τ. ἑ. Οὐκ ἀρχαίων διηγημάτων ποιεῖται μνήμην, ἀλλ' οὐ δὲ τίνα τρόπον ἐξ Αἰγύπτου λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ. ∆ιδάσκει δὲ οὐ κατὰ, φησὶ, τὸ γράμμα τὸ νομικὸν, ἀλλ' ὡς Νέας ∆ιαθήκης κήρυξ, τὰ νέα τοῦ Σωτῆρος ἡμῶν θαυμάζει κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ἐχαρίσατο ψυχαῖς. Τοῦ αὐτοῦ. Μόνοι οἱ φοβούμενοι τὸν Θεὸν ἀκούειν δύνανται διηγημάτων πνευματικῶν. Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, κ. τ. ἑ. Τὸ μὴ θεωρεῖν ἀδικίαν ἐν τῇ καρδίᾳ σύμφωνον τῷ, 12.1504 «Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίω μαι,» καθὰ Παῦλος ὁ μέγας φησί· τῷ δύνασθαι τὸν Θεὸν ὁρᾷν ἅπερ ἡμεῖς οὐχ ὁρῶμεν. Ὅμοιον καὶ τὸ, «Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν με.» Τοῦ αὐτοῦ. Οὐκ εἶπεν, «Εἰ ἐθεώρησα,» ἀλλ' «Εἰ ἐθεώρουν.» Τὸ μὲν γὰρ πρῶτον ὀλιγοχρόνιον ση μαίνει τὸν πονηρὸν λογισμόν· τὸ δὲ δεύτερον πολυχρο νιώτερον. Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσ ευχήν μου, καὶ τὸ ἔλεος αὑτοῦ ἀπ' ἐμοῦ, κ. τ. ἑ. Τοῦ μὴ καθαρὰν ἔχοντος τὴν καρδίαν ἀφίσταται ἡ καθαρὰ προσευχή· εἰ δὲ ἡ προσευχὴ, καὶ τὸ ἔλεος δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμεν παρὰ Θεοῦ. ΨΑΛΜΟΣ Ξʹ Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, κ. τ. ἑ. Προκηρύτ τει τοῦ Θεοῦ Λόγου τὴν ἐπιφάνειαν καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν· ὅθεν «εἰς τὸ τέλος» ἐπι γέγραπται. Καὶ ἐπεὶ μὴ ἀνθρώπινα τὰ κατορθωθέντα, οὐκ ἐν ἐγκωμίοις ἢ ἐπαίνοις, ἀλλ' «ἐν ὕμνοις» ἐπι γέγραπται ὁ ψαλμός. Θεῖος οὖν ὁ ὕμνος τυγχάνων, τῷ δὲ καὶ πράξεις δηλοῦν τοῦ Σωτῆρος καὶ θεωρίαν αὐτῶν μεγίστην, ἐν ξʹ τέτακται ἀριθμῷ, τελείῳ τυγχάνοντι καὶ ἐν μονάσι καὶ ἐν δεκάσι. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, κ. τ. ἑ. Ἐν τῇ γῇ ὄντες ἔγνωμεν τὴν ὁδὸν τὴν εἰποῦσαν· «Ἐγώ εἰμι ἡ ὁδός.» Καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις, κ. τ. ἑ. Ὁδηγεῖ ἡμᾶς διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθῶν δογμάτων. Γῆ ἔδωκε τὸν καρπὸν αὑτῆς, κ. τ. ἑ. Ὅσοι γήϊ νοι ὄντες ἐγένοντο ἐπουράνιοι, δηλονότι διὰ με τανοίας. «Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστι χαρὰ, ἀγάπη, εἰρήνη, μακροθυμία,» καὶ τὰ ἑξῆς. Ὥσπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐξῄτησεν. Οἱ εὐλογοῦντες δὲ τὸν Θεὸν λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐ εργετῆσαι οὐ δύνανται· ὁ δὲ Θεὸς εὐλογῶν βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν καρπῶν ἀγα θῶν παρέχει τοῖς εὐλογουμένοις φοράν· εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν. ΨΑΛΜΟΣ ΞΖʹ. Ἀναστήτω ὁ Θεὸς, κ. τ. ἑ. Ὁ Μωϋσῆς φησιν· «Ἐξεγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, καὶ φυγέτωσαν οἱ μισοῦντές σε.» Καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσ ώπου αὐτοῦ, κ. τ. ἑ. Μισοῦσι τὸν κτίσαντα οἱ κακολογοῦντες τὴν Πρόνοιαν, ἢ τὰς παλαιὰς Γρα φὰς, ἀλλὰ καὶ τὰ ἐχθρὰ τῇ ἀγάπῃ πράττοντες. «Ὁ 12.1505 γὰρ Θεὸς ἀγάπη ἐστίν.» Ἣ μισοῦντας Θεὸν κατα φεύγοντας ἀπὸ προσώπου αὐτοῦ λέγει τοὺς περὶ πρα κτικὴν κακίαν ἔχοντας. Εἰ γὰρ ὁ ἀγαπῶν αὐτὸν τηρεῖ τὰς ἐντολὰς αὐτοῦ, ὁ μὴ τηρῶν αὐτὰς οὐκ ἀγαπᾷ αὐ τόν. Οὗτοι δέ εἰσιν οἱ μισοῦντες τὸν Θεὸν, οἱ τὰ με μισημένα αὐτῷ πράττοντες. Ὡς ἐκλείπει καπνὸς, κ. τ. ἑ. Ταῖς παραβο λαῖς ἐμφαντικωτέραν τῶν ἐναντίων τὴν ἀπ ώλειαν ἐργάσασθαι βουλόμενος, ἐμνημόνευσε καὶ κα πνοῦ καὶ κηροῦ· αὕτη γὰρ ἡ κηροῦ φύσις πυρὶ πλη σιάζοντος τήκεσθαι καὶ ἀπόλλυσθαι. Οὕτως οὖν, φησὶν, ἅπαντας αὐτοὺς ἀναλώσεις, ὥσπερ τὸ πῦρ τὸν κηρόν. Τοῦ αὐτοῦ. Οὐ πῦρ ὡς ἄγγελοι, οὐδὲ φῶς ὡς οἱ δίκαιοι,