De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
Φάρου "εʹ, οἱ ὑποδιάκονες τῆς ἁγίας Σοφίας μιλ. ϛʹ, οἱ δεκανοὶ τοῦ πατριάρχου μιλ. δʹ, οἱ διποτάται μιλ. γʹ, οἱ τῆς σπουδῆς μιλ. ηʹ, οἱ τῆς παρασπουδῆς μιλ. εʹ, οἱ στράτωρες τοῦ πατριάρχου μιλ. εʹ, οἱ ἀναγνῶσται τῶν βʹ ἑβδομάδων "αʹ, μιλ. ϛʹ, οἱ ψάλται τῆς ἁγίας Σοφίας "αʹ, μιλ. ϛʹ, οἱ σκευοφύλακες "αʹ, οἱ ὑπουργοὶ τοῦ νάρθηκος μιλ. δʹ, οἱ ὀστιάριοι τοῦ ἁγίου φρέατος μιλ. εʹ, οἱ βαλαντάδες μιλ. εʹ, οἱ ἐπισκοπιανοὶ μιλ. εʹ, ὁ δομέστικος τῶν ὑποδιακόνων μιλ. ϛʹ, ἡ ἐκκλησία τῶν ἀκοιμήτων" γʹ, ἡ ἐκκλησία τοῦ Κυρίου "αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Στεφάνου τοῦ ἱπποδρομίου "αʹ, ἡ ἐκκλησία τοῦ σωτῆρος τοῦ σταυρίου "αʹ, ἡ ἐκκλησία τῶν Βασιλίδου "αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Στεφάνου τῆς ∆άφνης "αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Σεργίου καὶ Βάκχου "αʹ, ἡ ἐκκλησία τῆς μονῆς τοῦ Πελεκάνου "αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Θεοδώρου "αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Καλλινίκου "αʹ, ἡ διακονία τῶν Οὐρβικίου "αʹ, ἡ διακονία τοῦ ἁγίου Μωκίου "αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Παγχαρίου "αʹ. ὁμοῦ χρυσίου "κδʹ, καὶ διὰ μιλ. "εʹ, μιλ. ηʹ. καὶ ὁμοῦ διὰ χρυσίου καὶ μιλ. "κθʹ, μιλ. ηʹ. καὶ ὁμοῦ τὸ πᾶν ἔξοδ. λίτρ. εʹ, "μζʹ, καὶ ἀναπρ. "κεʹ. ἔστιν δὲ καὶ ἡ διανομὴ τῶν πʹ. " τῶν ὀψικρ. τοῦ πατρικίου *** 807 ΚΕΦ. νζʹ. Περὶ συνηθειῶν τῶν πραιποσίτων ἐν τῇ τάξει τοῦ ἱπποδρομίου. Ἐπειδήπερ πᾶσιν πρόκεινται ἡ τῆς τερπνῆς ἱπποδρομίας χαρμόσυνος θέα καὶ ἀκριβὴς τῶν ἐν αὐτῇ διαφόρων τάξεων ἐνάρμοστος χωρία καὶ σύμπνοια· δεῖ πάντως καὶ ταύτην ἀνάγραπτον ταῖς εἰς τὸ ἑξῆς γενεαῖς καταλιπεῖν σημαίνουσαν τὴν ἕκαστον αὐτῶν τοπικὴν σημασίαν καὶ σχήματος ἐναλλαγὴν, καὶ ὁπόσην ἕκαστος αὐτῶν ἐπὶ ὃν κατατάσσεται κλῆρον, καταβάλλεται τοῖς πραιποσίτοις τὴν συνήθειαν ὡς ἔχοντες αὐτῶν τὴν πᾶσαν ἐξουσίαν καὶ εὐταξίας διάταξιν καὶ ἀπαραλλάκτως τοῖς ἀρχαίοις τύποις ἐξακολουθοῦσιν. καὶ γὰρ ὡς ἀπὸ παλαιοῦ ἐκράτει ἡ συνήθεια, ἐξηύρηται δὲ καὶ μετὰ ταῦτα ἐπί τε Ἰωσὴφ πραιποσίτου τοῦ γέροντος καὶ τῶν πρὸ αὐτοῦ, οἷς καὶ ἐπέπρακτο. τὸ γὰρ ἀκρόστιχον τῆς ῥόγας τῶν πολιτικῶν τάξεων τοῦ ἱπποδρομίου ἐλάμβανον οἱ πραιπόσιτοι ἐκ τοῦ εἰδικοῦ λόγου, ἔχοντες παρ' ἑαυτοῖς ἐν κώδηξιν τὰς τάξεις κατ' ὄνομα καὶ ἐν τῷ οἴκῳ αὐτῶν ἐρόγευον, λογαριάζοντες ἕκαστον μὴ ἀμελῶς διακεῖσθαι πρὸς τὴν δουλείαν αὐτοῦ, καθὼς οἱ τῶν δύο μερῶν χαρτουλάριοι μετ' ἐγγράφου ἀσφαλείας τούτους ὑπεδείκνυον. καὶ ἐν τούτοις πᾶσι τοῖς τάξεσιν εἴ τινας ηὕρισκον τελευτήσαντας, κατέτασσον ἀνθετέρους ἀκριβεῖς καὶ ἐπιτηδείους πρὸς ἣν ἕκαστος αὐτῶν ἐτάσσετο τάξιν. χαυνότητι τοίνυν τῶν μετὰ ταῦτα πραιποσίτων μετῆλθεν ἡ διακατοχὴ τῶν τοιούτων τάξεων εἰς τὸ στρατιωτικὸν λογοθέσιον, καὶ χωρὶς γνώμης τῶν πραιποσίτων οἵ τε χαρτουλάριοι καὶ ὁ στρατιωτικὸς τάσσουσιν εἰδικοὺς αὐτῶν ἀνθρώπους ἀναβιβάζοντες τὰς αὐτῶν ῥόγας ὡς ἂν ἐθέλωσιν, δουλίας παρ' αὐτῶν εἰς τὸ κοινὸν τὸ παραπᾶν μὴ γινομένης. οὓς ... χρὴ κατέρ...αν τῶν πραιποσίτων ἐξωθεῖσθαι τοῦ τάγματος εἰς ὃ δουλεύουσιν. καὶ ἀπὸ τοῦ νῦν δεῖ πάλιν τοῖς πραιποσίτοις ταῦτα κατέχειν καὶ διορθοῦσθαι, καὶ μηκέτι μήτε τὸν στρατιωτικὸν ἢ τοὺς χαρτουλαρίους καὶ νοταρίους ἐν ἐξουσίᾳ εἶναι τάσσειν ἀφ' ἑαυτῶν τὸν οἱονοῦν ἐν*