De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
τὸ ῥητόν, καὶ οὔτι που δι' ἑαυτό (γέγραπται γὰρ ὀρθῶς), ταῖς δὲ τῶν δι' ἐναντίας παρατροπαῖς εἴς γε τὸ δοκεῖν οὐκ ὀρθῶς εἰρῆσθαι παρω θούμενον, τότε δὴ τότε τοῖς τῆς ἀληθείας ὅπλοις ἐρηρεισμένοι, πᾶν ὕψωμα καταστρέφουσι λογισμῶν ἀσυνέτων, καὶ χωροῦν ἤδη πως εἰς ἀπόστασιν ἕλκουσι τὸ ῥητὸν ἀντιπαρατρέποντες εὐσθενῶς εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τουτέστιν εἰς οἰκονομίαν τὴν μετὰ σαρκός. Τὸ γάρ τοι τῆς ὑπακοῆς ὄνομά τε καὶ χρῆμα τὸν τῆς δουλείας ἡμῖν κατασημαίνει καιρόν, ὅτε Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ τὸ κατὰ πάντων κράτος οὐκ εἰσποίητον ἔχων, ἀλλ' ὡς ἐκ Θεοῦ Θεός, κεχρημάτικε δοῦλος, ἐν μορφῇ τε ὢν καὶ ἰσότητι τοῦ Πατρός, τεταπεί νωκεν ἑαυτόν, καθεὶς ἀβιάστως εἰς ἑκούσιον κένωσιν. Ταύτῃτοι, καὶ μάλα εἰκότως, ἐν τοῖς καθ' ἡμᾶς γενέσθαι πεπιστευμένος, τὴν κοινὴν δὴ ταύτην ἁπάντων φύσιν μετὰ τῶν αὐτῆς μειονεκτημάτων ἐδέχετο· μειονέκτημα δὲ φύσεως γενητῆς ὡς πρὸς Θεὸν τὸ ὑποτετάχθαι δεῖν. Πλὴν οὐκ ἔν γε τῷ ὑποτετάχθαι τοῖς οὖσι τὸ εἶναί ἐστι, κατά γε τὸ ἐκείνοις ἀδιορίστως δοκοῦν καὶ ἀτημελῶς εἰρημένον, ἀλλ' ὄντα τε καὶ ὑφεστηκότα κατ' ἴδιον λόγον, καὶ ὡς ἂν ἑκάστῳ βραβεύοι τυχὸν ἡ αὐτοῦ φύσις, ἐθελούσιον 584 εἰσδέχεται τὴν ὑποταγὴν καὶ γνώμης ποιεῖται τὸ χρῆμα καρπόν. {Β.} Πάνυ μὲν οὖν. {Α.} Κείσεται δὴ οὖν ἐν μόναις ἡμῖν ταῖς ἐθελουσίοις ῥοπαῖς ἡ ὑποταγὴ καὶ τὸ ἐναντίον, χαρακτηριεῖ δὲ οὐχὶ τῆς οὐσίας τὸν λόγον. {Β.} Εὖ λέγεις. {Α.} Τί δὲ δή, κἀκεῖνο πρὸς τούτῳ πῶς οὐκ ἄξιον ἰδεῖν; {Β.} Τὸ τί δὴ φής; {Α.} Ὁ ἱερὸς ἡμῖν γράφει Παῦλος περὶ Χριστοῦ· "Νυνὶ δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα." Οὐκοῦν εἰ ὑποταγήσεται κατ' ἐκεῖνο καιροῦ τῷ Πατρὶ ἡνίκα ἂν αὐτῷ τὰ πάντα ὑποταγῇ, καιρὸς ἔσται τις, ὡς ἔοικεν, ὁ τῷ πράγματι πρέπων. Ἀνυπότακτος δὲ τέως εἴς γε τὸ παρὸν ὁ Υἱός, ἐνεστηκότος οὔπω τοῦ καιροῦ, καθ' ὃν καὶ αὐτὸς ὑποταγήσεται. {Β.} Σύμφημι· σαφὴς γὰρ ὁ λόγος. {Α.} Εἰ δὲ δή τις οἴοιτο νυνὶ μὲν αὐτὸν οὐχ ὑποτετάχθαι λέγειν τῷ Θεῷ καὶ Πατρί, πείσεσθαι δὲ τοῦτο κατὰ καιρούς, καὶ καθοριεῖ τῆς οὐσίας αὐτοῦ τὸ ἄνισον διὰ τὴν ὑποταγήν, ἀναφανδόν, ὡς ἔοικεν, ἐκεῖνό φησιν, ὡς ἔσται ποτέ, κατὰ τὸ εἰκός, ἀνόμοιος ἑαυτῷ κατὰ φύσιν ὁ Υἱός, καὶ μεταβολὴν εἰσδέξεται τὴν ἐφ' ἕτερόν τι παρ' ὃ νῦν ἐστι καὶ εἶναι πεπίστευται. Εἰ γάρ, ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε τοῖς δι' ἐναντίας, τοῖς τῆς οὐσίας συντετάξεται λόγοις ἡ ὑποταγή, φορέσει που πάντως οὐσίας δύναμιν καὶ τὸ ἐναντίον, του τέστιν ἡ ἀνυποταξία. Καὶ εἰ φαμὲν ὅτι νῦν ἐστιν ἀνυπότακτος καὶ τοῦτο φύσις αὐτῷ, μεταχωρήσει που πάντως, εἰ ὑπο τάττοιτο τῷ Πατρί, πρὸς ἑτέραν τινὰ καὶ ὁλοκλήρως διῳκισμένην, εἴς γε τὸ ἐναντίως ἔχουσαν, φύσιν. Οὐκοῦν ἐν παρατροπαῖς ἡμῖν γέγονεν ὁ Υἱὸς καὶ ἀναλλοίωτος μὲν οὐκέτι; διαψεύσεται δὲ καὶ ὁ θεσπέσιος ∆αβίδ, γέρας ἀνάπτων αὐτῷ τὸ περίοπτον, τὸ ἐρηρεῖσθαί φημι καὶ ὡσαύτως ἔχειν. "Οἱ οὐρανοὶ γάρ, ἔφασκεν, ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι." ∆ιημάρτηκε δὲ τἀληθοῦς καὶ ὁ Παῦλος γράφων· "Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." Ποῦ γὰρ ἔτι μεμένηκεν ὁ αὐτὸς εἰ μετατρέποιτο κατ' οὐσίαν; {Β.} Ἀληθές. {Α.} Ἀποκρινάσθων δὴ οὖν οἱ πάγκαλοι σοφισταί, τίς δὴ ἄρα καὶ ποδαπὸς ὁ τῆς ἀλλοιώσεως ἔσται τρόπος. Εἰ μὲν οὖν ἐπὶ τὸ αἴσχιον, διά γε τὸ ὑποτάττεσθαι δεῖν, ὀνήσειεν ἂν εἰς δόξαν οὐδὲν τὸν ἁπάντων Σωτῆρα καὶ Λυτρωτὴν ὁ τῆς ἐσομένης αὐτοῦ βασιλείας καιρός, τουτέστιν ὁ ἐν 585 ἐσχάτοις, ὅτε καὶ ὑποταχθήσεται τῷ Πατρί, καὶ νυνί που πάντως ἐστὶν ἐν ἀμείνοσιν, ὅτε κεκενῶσθαι λέγεται καὶ τεταπείνωκεν ἑαυτόν. Εἰ δὲ δὴ τοῦτο παρέντες ὡς ἀμαθές, ἐπί τι τῶν ἀμεινόνων ἐροῦσιν ἔσεσθαι τὴν μετα βολήν, ἀνθότου λοιπὸν καταφλυαρεῖν ἐγνώκασι τῆς ὑποταγῆς καὶ τὸ μεῖον αὐτῆς ὡς ἐν Υἱῷ καταγράφουσι, καίτοι τιθείσης ἐν τοῖς ἀνωτέρω καὶ ἀμείνοσι τὸν νῦν ἐν ἰσότητι τοῦ Πατρός; "Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ," κατὰ τὸ γεγραμμένον, "ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου