115
δοκοῦσαν εὔλογον τοῦ μὴ παραγίνεσθαι. Ὁ μὲν οὖν βασιλεὺς ἑκὼν ἄκων τὰς ἀπολογίας ἐδέχετο καὶ προσεποιεῖτο τὰς εἰρηνικάς, καὶ πρὸς μὲν τὸν πατριάρχην ἀντιπέμπων τὰ φιλικὰ ὑπεκρίνετο καί οἱ εὐμενῶς ἔχειν ἐδόκει. Τοῖς μὲν ἀρχιερεῦσιν, ὡς 297 ἐννοεῖν ἦνοὐδὲ γὰρ ἠφίει τὸ ἔγκλημα, κατὰ τὸ λεληθὸς ἠφίει τὰ περὶ τούτου ζητεῖν· οὐδὲ γὰρ ἐχρῆν, δημηγορῶν ἔλεγε, τὴν τοῦ παντὸς καρδίαν τὸν βασιλέα μὴ παρὰ τῆς ἐκκλησίας τὴν θάλψιν ἔχειν, ἀλλ' ἐκεῖθεν ὥς τινα φθοροποιὸν ἀέρα τὴν δύσνοιαν εἰσδεχόμενον κινδυνεύειν. Καὶ ταῦτα μὲν ὁ κρατῶν καὶ ἄλλα προὔτεινε πλεῖστα, ἀποπροσποιούμενος μὲν τὴν πρὸς τὸν πατριάρχην δοκοῦσαν δυσμένειαν, ἐκείνοις δὲ προσανατιθεὶς ἐρευνᾶν, ὡς ἄξιον ὂν ζητεῖσθαι κατὰ σχολὴν τὰ κινούμενα.
κδʹ. Τὰ περὶ τοῦ Βέκκου καὶ Ξιφιλίνου τῶν τῆς ἐκκλησίας ἀρχόντων. Συμβαίνει δέ τι κατὰ τὴν πόλιν, ὃ δὴ καὶ τὸν βασιλέα εἰς ἄμυναν ἐξηρέ θισεν. Ἥπτετο δὲ τὸ δεινὸν καὶ τοῦ πατριάρχου, κἂν πλαγίως, ὡς ἄλλων πασχόντων. Τοῦ γὰρ Βέκκου τὸ χαρτοφυλακικὸν ἀξίωμα ἔχοντοςπρο νόμιον δ' ἐστὶ τὸ προτροπαῖς ἐκείνου τὰς ἱερολογίας γίνεσθαι, τῶν τις ἱερέων ἐκδουλεύων ἐν τῷ κατὰ τὸν Φάρον ναῷ τῶν μεγάλων ἀνακτόρων νυμφίους ἱερολόγει δίχα τῆς τοῦ χαρτοφύλακος προτροπῆς· καὶ εὐθὺς ἀκουσθέν, ὡς πρόστιμον ἐκείνῳ ἡ τῆς ἱερωσύνης ἐπίσχεσις ἦν. Τοῦτο γοῦν οὐκ ἔδοξε τοιοῦτον ἤ τι ἄλλο μέτριον τῷ βασιλεῖ ἀγγελθέν, ἀλλ' ἀφορισμὸς ἄντικρυς τοῦ βασιλικοῦ κληρικοῦ. Καὶ εὐθύςσυνυπενόει γὰρ καὶ τὸν πατριάρχην ὡς δῆθεν συμπράξαντα, ὑβριοπαθῶν οἷον ὡς ὑπεροπτικῶς ἔχοντος, θυμῷ ἦν κάτοχος, καὶ ὀργὴ ἦν κατὰ τῶν τῆς ἐκκλησίας κοινή· καὶ ὡς ὁ πατριάρχης, κεκραγὼς ἐπῆγε, τεθέληκε ταῦτα, τὸ τῆς βασιλείας κράτος ἐξουθενεῖσθαι καὶ τὰ ἱερὰ ἀνάκτορα ἀφορίζεσθαι. Ἦν γὰρ καὶ τοῦτο λῆμμα πρὸς τὸ παριστάμενον, ὅτι ἐντὸς τῶν ἀνακτόρων ἔτυχεν ὁ πρεσβύτερος, ὅτε οἱ, τοῦ χαρτοφύλακος πέμψαντος, διεμηνύετο ἡ ἐπίσχεσις. Καὶ δὴ τὸν μὲν πατριάρχην οὐκ εἶχεν ὅπως ἀμύνοιτο, ἄλλον δὲ τρόπον βαθύτερον καὶ τὸν καταφρονήσαντα ἀμυνεῖσθαι καὶ τὸν πατριάρχην λυπήσειν ἢ μὴν δόξειν ὡς ἀμυνεῖσθαι καὶ πλέον δύναιτο προὐνόει. Καὶ πέμψας διὰ ταχέων τῷ σεβαστοκράτορι Τορνικίῳ προσέταττεναὐτῷ γὰρ τότε τὰ τῆς πόλεως ἐπιτέτραπτοκαταχαλᾶν μὲν τὰς οἰκίας τοῦ τε χαρτοφύλακος καὶ τοῦ μεγάλου οἰκονόμουοὗτος δ' ἦν ὁ Ξιφιλῖνος Θεόδωρος, ἐκριζοῦν δὲ τὰς ἀμπέλους καὶ αὐτοὺς δεσμίους ὡς ἐκεῖνον πέμπειν. Ἠβούλετο δὲ τὸ 299 προσταττόμενον κυνὶ λέοντα ἐκδεδίττεσθαι καί γε, τούτων ἀποκλινάντων πρὸς βασιλέα διὰ τῆς ἐπὶ τῇ τιμωρίᾳ προσπαθείας, μηδὲν οἷόν τ' εἶναι τὸν πατριάρχην, καθ' αὑτὸν ὄντα, πράττειν καὶ οὕτω κἀκεῖνον ὑποχαλᾶν ἀναγ κάζεσθαι. Ὁ γοῦν σεβαστοκράτωρ ἐπιστὰς ἕτοιμος ἦν κατὰ τὰ ἐπιτεταγμένα πράττειν· ἀλλ' ἐκεῖνοι, τὴν ἔφοδον προαισθόμενοι, ἅμα γυναιξὶ καὶ παισὶ τῷ ἱερῷ προσφεύγουσιν, ὡς ἐκεῖθεν τὴν ἀσυλίαν ἕξοντες. Ὡς δ' ἐκεῖνος, ἐπιστὰς τῷ ναῷ, ἐκσπᾶν ἐπειρᾶτοᾔδει γὰρ βλαβησόμενος μὴ ἀνύσας, λέων ἦν μετὰ ξίφους ὁ πατριάρχης, αὐτίκα προσυπαντῶν, καὶ ἐμβριθῶς ἀπέ πεμπε τὸν ἐπιόντα καί· «Τί παθόντες, ἔλεγεν, ὀφθαλμοὺς καὶ χεῖρας καὶ ἀκοὰς ἡμετέρας, τοὺς μὲν ἐκτυφλοῦν, τὰς δ' ἐκκόπτειν, τὰς δ' ἀποφράττειν πειρᾶσθε;» Ἐπεβοᾶτο δὲ καὶ Θεὸν καὶ ἀνθρώπους ὡς ἀδικοῖτο πλεονεκτού μενος· μηδὲ γὰρ δίκαιον εἶναι Θεῷ καθιερωμένους ἄνδρας εὐθύνεσθαι κοσμικοῖς. Ὡς δ' ἀπεπάγη πρὸς ταῦτα ὁ πρὸ μικροῦ ὑπέροφρυς, ὡς ἐκσπάσων, κἂν εἴ τι γένηται, τοῖς μὲν ἀνδράσιν τὸ ἱερὸν πατοῦσιν αἱ ὁρμαὶ ἀνεῖντο μὴ δεδιόσιν, ἐκεῖνος δὲ πρὸς τὰς οἰκίας τρέπεται. Ἀμπέλοις δ' ἐπιθέσθαι οὐκ ἦν, ὅτι οὐδ' ἦσαν ἐκείνοις ἄμπελοι τῇδε. Ἀλλὰ καὶ τῶν οἰκιῶν ἀποτρέπεται, ὡς μὴ σφίσιν ἀληθῶς οὐσῶν, ἀλλὰ μᾶλλον τῆς ἐκκλησίας λογιζομένων. Ἐκκρουσθεὶς οὖν τοῖς ὅλοις, ὁ ἐπιτιμητὴς ἐκεῖνος πέμπει Νικαίαζε καὶ τὰ προστεταγμένα ἐπὶ τοῖς σφῶν κτήμασι διαπράττεται· κωλυθεὶς δὲ ἀπο πέμπειν δεσμίους, ὡς ἡ πρόσταξις εἶχε, συνεβούλευε σφίσιν αὐτοὺς ἀνέτους ὡς βασιλέα