τῷ λόγῳ ἐν πάσῃ πράξει, ὡς εστιν εἰ πεῖν, καθ' εκαστον βῆμα ἐπαίρων πρὸς τὸν περιπατεῖν τὸν πόδα, ουτος οὐ δύναται προσ κόψαι· εχει γὰρ τὸν λύχνον, καὶ χρῆται αὐ τῷ. Εἰ δὲ παρεδέξατο μὲν τὸν λύχνον, καὶ πιστεύειν αὐτῷ δοκεῖ, οὐ παραλαμβάνει δὲ αὐτὸν ἐν πάσῃ πράξει, καὶ ἐν παντὶ διαβή ματι αὐτοῦ, οὐ σκοπεῖ μετὰ τοῦ λόγου ποῦ θῇ τὸν πόδα (τὸν πόδα λέγω τῆς ψυχῆς), ουτος δὴ ἁμαρτάνει διπλῆν ἁμαρτίαν, οτι ε χει τὸν λόγον, καὶ οὐ χρῆται αὐτῷ παντα χοῦ, οἱονεὶ τοιοῦτος γεγένηται· ἐλθόντος γὰρ τοῦ λόγου ἀπὸ τῶν οὐρανῶν, εκαστος τῶν πιστευόντων, μὴ μειουμένου ἐκείνου, ἀνῆ ψεν ἀπ' ἐκείνου ἐν ἑαυτῷ τὸν λύχνον καὶ τὸ φῶς, καὶ ουτως ἀφ' ἑνὸς φωτὸς πολλοὶ γε γόνασι λύχνοι, καὶ εκαστος τῶν ἐχόντων τὸν ἁφθέντα λύχνον Λόγῳ Θεοῦ λέγει· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ κτλ. ̓Εν παντὶ ουν καιρῷ απαξ παραλαβόντες τὸν λόγον τοῦ Θεοῦ, μέλλον τες κινεῖν τὰ βήματα, ειτε ἐν λόγῳ, ειτε ἐν διαλογισμῷ, χρησώμεθα τῷ λύχνῳ εμπροσ θεν ἡμῶν· οὐδεὶς γὰρ λύχνον αψας, καλύπ τει αὐτὸν σκεύει. Καὶ μετ' ὀλίγα. Λύχνος ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ ον παρεδέξατό τις, δι' ου πεπίσ τευκε τῷ Θεῷ, ουτος ουν εστω καιόμενος, καὶ μηδέποτε σβεννύσθω. Φῶς δικαίοις δια παντὸς [καίεται], φῶς δὲ ἀσεβῶν σβέννυται. Καὶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου λύχνος α πτεται, ινα οἱ λατρεύοντες τῷ Θεῷ βλέπωσι τὸν λύχνον, καὶ τὰς λατρείας ἐπιτελῶσι φω τιζόμενοι ὑπ' αὐτοῦ· ουτως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ητοι τῇ ἐκκλησίᾳ, λύχνος απτε ται. ̔Ο λύχνος τοῦ σώματός ἐστιν ὀφθαλ μός· ουτος ὁ ὀφθαλμὸς μὴ λεγέτω τῇ χειρί· Τί πράξεις; καὶ ἡ χεὶρ μὴ λεγέτω τῷ ὀφθαλ μῷ· Χρείαν σου οὐκ εχω, ἐπεὶ οὐ βλέπει ἡ χεὶρ ο πολιτεύεται. 118.107 ̓Εταπεινώθην εως σφόδρα, Κύ ριε, ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰ αλογα ζῶα ζῇ, ἀλλ' ὡς αλογα· τὰ ζῶα δὲ λογικὰ λογικῶς, οσον ἐπὶ τῇ φύσει κα τασκευασθέντα λογικά· ἀλλὰ πλειόνων ον των τῶν λογικῶν ζώων (εἰς ἀγγέλους γὰρ διῄρηνται καὶ ἀνθρώπους), οἱ μὲν αγγελοι τὴν νοερὰν ἀεὶ ζῶσι καὶ μακαρίαν ζωήν· ανθρωπος δὲ σπάνιός ἐστιν ὁ ζῶν νοερῶς· καὶ προφήτης διὰ τοῦτο γενόμενος, διὸ καὶ ὁ ∆αυίδ, ὡς μηδέπω κατορθώσας αὐτό, φησιν· Ζῆσόν με κατὰ τὸν λόγον σου. ̓Εν ἀνθρώποις δὲ μάλιστα λέγω· οὐ ζῇ κατὰ τὸν λόγον τοῦ Θεοῦ, ουτω σπάνιός ἐστιν ὁ προφήτης. 118.108 Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Τὰ ἑκούσια τοῦ στόματος ἡμῶν ἐστιν παρ θενία, βρωμάτων καὶ πομάτων ἀποχὴ, ἀ ναχώρησις (ἡ ἐν ταῖς ἐρήμοις διαγωγή)· τὰς γὰρ ἐντολὰς ὁ νόμος ἡμᾶς καταναγκάζει ποιεῖν· ὁ τοίνυν πάσας ποιήσας ἐντολὰς, προστεθεικὼς δὲ καὶ τὰ προειρημένα, ουτος λέγει· Τὰ ἑκούσια τοῦ στόματός μου εὐδό κησον δὴ, Κύριε· παραβαίνων δὲ τοῦ νόμου τινὰ, τοῦτο λέγειν οὐχ εξει παῤῥησίαν. - Τοῦτο αγιόν ἐστιν εἰπεῖν διαθέσει, καὶ χεί λεσιν καὶ ἐν παντὶ καιρῷ περιστατικῷ πει ρασμοῦ σαυτῷ ἐπιφέροντι καὶ ἐπὶ πᾶσιν οις κρίνει περὶ ἡμῶν ὁ Θεός. 118.112 Εκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀνάμειψιν. Εκλινα ἐπὶ τὸν νόμον καὶ τὰ δικαιώμα τά σου, ἐπὶ τὰ προστάγματά σου, ἐπεὶ ειδον ἀποκειμένην μοι ἀμοιβήν· ἡ δὲ ἀμοιβὴ βα σιλεία Θεοῦ, α ὀφθαλμὸς οὐκ ειδε, καὶ ους οὐκ ηκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, α ἑτοίμασεν ὁ Θεὸς ἀγαπῶσιν αὐ τόν. 118.113 Παρανόμους ἐμίσησα, τὸν δὲ νό μον σου ἠγάπησα. ̔Ο παράνομος ουν, καθὸ παράνομος ὑπάρ χει, μισητός ἐστιν, καθὸ δὲ εἰκὼν καὶ πλάσ μα Θεοῦ, ἀγαπητός. 118.114 Βοηθός μου καὶ ἀντιλήπτωρ μου ει σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. Εὐχαριστεῖ τῷ βοηθήσαντι ἐν τῷ πολέ μῳ, τῷ πρὸς τὸν διάβολον καὶ τοὺς δαίμο νας. Τί τότε τοίνυν ἐποίεις; ἐπήλπισα εἰς τοὺς λόγους σου· ὡς δὴ τῇ τοιαύτῃ προκόπ των ἐλπίδι, οὐκ ειπεν ηλπισα, ἀλλ' ἐπήλπι σα. -∆εόμεθα Θεοῦ βοηθοῦντος ἐν τῷ πρὸς τὸν διάβολον καὶ τοὺς δαίμονας πολέ μῳ, καὶ ὁ προφήτης ἐβοηθήθη. ̓Αντελάβετο γὰρ αὐτοῦ ὁ Θεὸς, καὶ διὰ τοῦτο εὐχαριστῶν ταῦτά φησιν. Ειτα τί πεποίηκε βοηθούμενος ὑπὸ τοῦ Θεοῦ; εἰς τὸν λόγον σου