ἀλλ' ὡς καπνός εἰσιν οἱ μισοῦντες, καπνὸς ὁ βλαβερὸς ὄμμασιν. «Ὡς τήκεται κηρὸς ἀπὸ προσ ώπου πυρὸς,» καὶ τὰ ἑξῆς. Ὥσπερ σῖτος μὲν οἱ δί καιοι, ἄχυρον δὲ οἱ ἄδικοι· οὕτω μέλι μὲν οἱ σοφοὶ, κηρὸς δὲ οἱ ἑτερόδοξοι, ὃς καὶ τήκεται ὑπὸ τοῦ ἐν τῷ δικαίῳ πυρὸς καθαιροῦντος τὸ σύστημα τῶν ἐναντίων τῷ ἀληθεῖ λόγῳ. Τὸ δὲ πῦρ τοῦτο ὁ Θεός ἐστι· τὸ δὲ αὐτὸ πρόσωπον τοῦ Θεοῦ τήκει μὲν ἁμαρτωλοὺς, δι καίους δὲ εὐφραίνει. Τοῦ αὐτοῦ. Τοῦτον τὸν καπνὸν ἀποδιώκει τὸ πῦρ ὃ ἦλθεν ὁ Κύριος βαλεῖν ἐπὶ τὴν γῆν. Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ, κ. τ. ἑ. Ἡ τῶν δικαίων ἐνώπιον τοῦ Θεοῦ ἀγαλ λίασις, χαρά τις οὖσα, καρπός ἐστι τοῦ πνεύματος· καρπὸς γάρ ἐστι τοῦ πνεύματος χαρὰ, εἰρήνη. Εὐ φροσύνη δὲ, ἡ διαχέουσα τῆς ψυχῆς τὸ φρονοῦν, εὐ πάθεια. Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ, κ. τ. ἑ. Ψάλλει τῷ τοῦ Θεοῦ ὀνό ματι ὁ διὰ τὸ ὄνομα αὐτοῦ. Εἰ καὶ τῆς ἡμετέρας δὲ πτωχείας ἐπέβη, καὶ τὴν οἰκείαν συνεσκίασε δόξαν, ὡς ἐκ δυσμῶν ἀνατέλλων, ἀλλ' οὖν Κύριος ὄνομα αὐτῷ. Καὶ γὰρ ἄνθρωπος γεγονὼς, οὐκ ἀπέβαλε τὸ εἶναι Κύριος ὁ Θεός. Ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ τοῦ πα τρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν, κ. τ. ἑ. Ὀρφανός ἐστιν ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπου ρανίου Πατρὸς, ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο. «Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.» Τόπος Θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· «Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.» Μονοτρόπους φησὶ τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν ἰδίαν ζωὴν, πάσης διχοψυχίας καὶ κοσμικῆς ἐπιθυμίας αὐτὴν ἀλλοτριώσαντας. Τούτους δὴ οὖν καὶ ἐν τῷ οἴκῳ αὐτοῦ, τουτέστι τῇ ἐπουρανίῳ πόλει κατοικίζεσθαι ἐπαγγέλλεται. Οἶδε δὲ ἡ Γραφὴ καὶ τὰ ἐπιτηδεύματα τόπον καλεῖν. Ἐν τόπῳ οὖν ἁγίῳ, οἱονεὶ ἐν τοῖς ἐξῃρημένοις καὶ ἁγνοτάτοις αὐ τοῦ ἐπιτηδεύμασιν. «Ἐξάγων πεπεδημένους ἐν ἀν δρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοι 12.1508 κοῦντας ἐν τάφοις.» Ὥσπερ τοὺς πεπεδημένους ἐξ άγει ἐν ἀνδρείᾳ, οὕτως καὶ τοὺς ἀδίκους ἐξάγει ἐν δι καιοσύνῃ, καὶ τοὺς ἄφρονας ἐν φρονήσει. Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, κ. τ. ἑ. ∆οκεῖ μὲν ἁρμόζειν ταῦτα τοῖς κατὰ τὴν ἔρημον, ἀεὶ δὲ γίνεται. Ὅπου μὲν ἕστηκεν, ὅπου δὲ διαβαίνει. Εἱστήκει μὲν ἐν τόπῳ ἁγίῳ αὑτοῦ, διαβαίνει δὲ ἐν τῇ ἐρήμῳ. «Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ,» τουτέστι τοῦ ἐν τῷ Σινᾷ φανέντος. Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονο μίᾳ σου, κ. τ. ἑ. Ὁ μὴ τυχὼν τῆς ἑκουσίου βροχῆς ἐν ἀβροχίᾳ ἐστί. Βροχὴ δὲ ἑκούσιός ἐστιν ὁ Χριστὸς ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὥς φησιν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν.» Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ. Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, κ. τ. ἑ. Ζῶα τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ κατοικοῦσιν ἐν τῇ κλη ρονομίᾳ τοῦ Θεοῦ, περὶ ὧν, οἶμαι, εἴρηται τὸ, «Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.» Τοῦ αὐτοῦ. Ζῶα λέγει φύσεις λογικὰς, ἀλογω τέρας οὔσης καταστάσεως. Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυ γες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετά φρενα αὐτῆς ἐν χλωρότητι χρυσίου, κ. τ. ἑ. Τοὺς κλήρους καὶ τὰς πτέρυγας οἱ μὲν εἰρήκασι Πα λαιὰν καὶ Καινὴν ∆ιαθήκην· οἱ δὲ πρᾶξιν καὶ θεω ρίαν· ἄλλοι δὲ γνῶσιν σωμάτων καὶ ἀσωμάτων· ἕτεροι δὲ γνῶσιν Θεοῦ, καὶ τοῦ ἀποσταλέντος ὑπ' αὐ τοῦ Χριστοῦ. Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς, κ. τ. ἑ. Βασιλεῖς εἰσιν ἤτοι οἱ ὑπο τάξαντες τὰ πάθη, ἣ οἱ τῆς θεωρίας τῶν γεγονότων τετυχηκότες. Λέγονται δὲ βασιλεῖαι καὶ αὐτὰ τὰ χα ρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου, καθ' ἃ βασιλεύειν λέγονται οἱ μέτοχοι αὐτῶν. Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, κ. τ. ἑ. Ἅρμα Θεοῦ ψυχαὶ καθαραὶ, ἐφ' ἃς ἐπιβαίνει· «Ἐπέβη» γὰρ «ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη.» Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώπῳ, κ. τ. ἑ. Αἰχμαλωσία ἐστὶ Χριστοῦ, φύσεως λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος. Καὶ ἄλ λως ὁ Παῦλός φησι περὶ τοῦ Χριστοῦ· «Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν· καὶ