1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

115

ἑρμηνευθέντων ἡμῖν ἐν τῇ ἐρήμῳ τῆς Τύρου καὶ ταῦτα νοήσομεν. Οὕτω τὴν τιμωρίαν ἀπειλήσας, πάλιν τὴν πονηρίαν γυμνοῖ. ιʹ. ∆ιὰ τὸ εἰπεῖν σε· Τὰ δύο ἔθνη, καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτὰς, καὶ Κύριος ἐκεῖ ἐστιν. Ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, "Καὶ Κύριος ἐκεῖ εἶ." Τοῦτο δὲ οὐ μόνον τὴν ἀπληστίαν καὶ τὴν πλεονεξίαν ἐλέγχει, ἀλλὰ καὶ τὴν τῆς ἀσεβείας δείκνυσιν ὑπερβολὴν, καὶ τοῖς τοῦ Σενναχηρεὶμ ἀλαζονικοῖς ἔοικε λόγοις· καὶ γὰρ ἐκεῖνος ἔλεγεν, ὅτι "Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου." Καὶ οἱ Ἰδουμαῖοι ὡσαύτως ἔλεγον θρασυνόμενοι, ὅτι, "Κἂν ᾖ Κύ ριος ἐν τῇ Ἱερουσαλὴμ, ἡμεῖς τὰς δύο καθέξομεν χώρας." Καὶ μὴν ὁ τῶν ὅλων Θεὸς ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ ἐξαγαγὼν, οὐκ εἴασεν αὐτὸν πολεμῆσαι τοῖς Ἰδουμαίοις· "Οὐ πολεμήσεις γὰρ, ἔφη πρὸς αὐτοὺς, ὅτι ἀδελφοί σού εἰσιν." ∆ιὸ καὶ τῆς ὁδοῦ κωλυ θέντες τὸ ὄρος ἐκύκλωσαν, καὶ τὴν ἔρημον, ὡς προσ ετάχθησαν· καὶ περὶ τῆς γῆς δὲ ἐκείνης ἁπάσης ἔφη τῷ Ἰσραὴλ ὁ Θεός· "Οὐ δώσω σοι αὐτήν· τοῖς γὰρ υἱοῖς Ἡσαῦ δέδωκα αὐτὴν ἐν κλήρῳ." Ἀλλ' ὅμως οὐκ ἀρκεσθέντες Ἰδουμαῖοι τοῖς θεοσδότοις ἀγαθοῖς, ἤλπισαν καὶ τὴν Ἰουδαίων κληρονομῆσαι γῆν· ὅθεν εἰκότως ὁ τῶν ὅλων Θεὸς καὶ ἀπειλεῖ τὰς τιμωρίας, καὶ ὅρκῳ βεβαιοῖ τὴν ἀπόφασιν. ιαʹ. ∆ιὰ τοῦτο γὰρ, φησὶ, Ζῶ ἐγὼ, λέγει Ἀδω ναῒ Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου, καὶ κατὰ τὸν ζῆλόν σου, ὃν ἐποίησας, ἐκ τοῦ μεμισηκέναι σε ἐν αὐτοῖς. Τοῦ φθόνου, φησὶ, καὶ τῆς δυσμενείας ἄξια πείσῃ. Καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε. (ιβʹ.) Καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. Τὰς τιμω ρίας, φησὶν, ἐπαγαγών σοι δῆλον ἐμαυτόν σοι κατα στήσω, ἵνα μὴ νομίσῃς ἑτέρωθέν ποθεν συμβῆναί σοι τὰ λυπηρὰ, μαθὼν δὲ τὴν ἐμὴν δεσποτείαν, ὄνη σιν ἀπὸ τῆς γνώσεως λάβῃς. Ἤκουσα τὴν φωνὴν πασῶν τῶν βλασφημιῶν σου, ὧν ἔλεγες περὶ τῶν ὀρέων Ἰσραὴλ, λέ γων· Τὰ ὄρη Ἰσραὴλ, τὰ ὑψηλὰ, τὰ αἰώνια, ἔρημα ἡμῖν δέδοται εἰς κατάσχεσιν. (ιγʹ.) Καὶ ἐμεγαλοῤῥημόνησας ἐπ' ἐμὲ τῷ στόματί σου, καὶ ἐπλήθυνας ἐπ' ἐμὲ λόγους σου, οὓς ἐγὼ ἤκουσα. Τοὺς βλασφήμους λόγους οὐδὲ ἀπομνημο νεύειν ἀνέχεται· διδάσκων ἡμᾶς, μηδὲ ἐν διηγήσει τὰς τῶν ἄλλων βλασφημίας διὰ τῆς γλώττης προ φέρειν, μεμνῆσθαι δὲ τῆς προφητικῆς φωνῆς, λεγού 81.1176 σης· "Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων." ∆ιὰ πάντων δὲ οὐ μόνον αὐτῶν τὴν δυσμένειαν, καὶ τὴν μνησικακίαν ἔδειξεν, ἀλλὰ καὶ τὴν ἀλαζονείαν, καὶ τὴν κατὰ Θεοῦ λύτταν καὶ μανίαν. Ὠφελίμως δὲ λίαν προστέθεικε τὸ, "Ἐπλήθυνας ἐπ' ἐμὲ λόγους σου, οὓς ἐγὼ ἤκουσα·" διδάσκων ἡμᾶς, ὡς οὐδέν ἐστι τῶν ὑφ' ἡμῶν ἢ λε γομένων ἢ πραττομένων, λαθεῖν δυνάμενον τὴν ὀπτικὴν ἢ τὴν ἀκουστικὴν αὐτοῦ δύναμιν. ιδʹ, ιεʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημόν σε ποιήσω αἰώνιον. Καθὼς ἐπηυφράνθης τῇ κληρονομίᾳ οἴκου Ἰσραὴλ, ὅτι ἠφανίσθη, οὕτω ποιήσω σοι· εἰς ἔρημον ἔσῃ, ὄρος Σηεὶρ, καὶ πᾶσα Ἰδου μαία ἐξαναλωθήσεται, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος Θεὸς αὐτῶν. Ἀπαραμύθητον αὐτοῖς ἠπείλησε τιμωρίαν. Πάντων γὰρ, φησὶν, ἐν εἰρήνῃ καὶ θυμηδίᾳ διαγαγόντων, σὲ περιβαλῶ συμφοραῖς, ἵνα μηδὲ ἀπὸ τῆς τῶν κακῶν κοινωνίας ἔχῃς παρα ψυχήν· ταύτην γὰρ τὴν ψυχαγωγίαν ἔσχεν ὁ Ἰσ ραὴλ, τοῦ Ναβουχοδονόσορ οὐ μόνον αὐτοῖς ἐπελ θόντος, ἀλλὰ καὶ Τυρίοις, καὶ Σιδωνίοις, καὶ Παλαι στινοῖς, καὶ Αἰγυπτίοις· ἀλλ' ὅμως πρὸς τούτοις ὑπισχνεῖται διὰ τῆς τιμωρίας εὐεργεσίαν· "Γνώ σονται γὰρ, φησὶν, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν." Ὀνησιφόρος τοίνυν ἡ παιδεία, "ἀνοίγουσα, ἡμῶν," κατὰ τὸν προφήτην Ἡσαΐαν, "τὰ ὦτα," καὶ παρασκευάζουσα τὸν οἰκεῖον ἐπιγινώσκειν ∆εσπότην, τὸν τύπτοντα καὶ ἰώμενον.

ΚΕΦΑΛΑΙΟΝ Λʹ. αʹ-γʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη Ἰσραὴλ, Ἀκούσατε

λόγον Κυρίου· Τάδε λέγει Ἀδωναῒ Κύριος· ἀνθ' ὧν εἶπεν ὁ ἐχθρὸς ἐφ' ὑμᾶς· Εὖγε,