De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
λαβών." Ἦ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ; {Β.} Ἀστειότατά γε. {Α.} Ἠρρωστηκότες δὴ οὖν πανταχόθεν αὐτοῖς τὸ ἄχαρί τε καὶ ἀκαλλὲς τοῦ λόγου, φέρε λοιπὸν ἴωμεν ἐπὶ τὸ ἀπημάντως ἔχον, οὐχὶ τῆς οὐσίας τοῦ Μονογενοῦς κατηγο ροῦντες τὸ μεῖον διὰ τὴν θρυλλουμένην ὑποταγήν, ἣν καὶ ἐν ἐσχάτοις καιροῖς ἔσεσθαί φησιν ὁ θεσπέσιος Παῦλος, ἐκεῖνο δὲ μᾶλλον περινοοῦντες εὐσεβῶς. {Β.} Τὸ ποῖον; {Α.} Οὐ γάρ, οἶμαι, φαίη τις ἂν ἀπονοσφίζεσθαί ποι καὶ ἀποφοιτᾶν εἰς ἰδίαν τινὰ θέλησιν παρά γε τὴν τοῦ Πατρὸς τὸν Υἱόν, ἀπονεῦσαι δὲ ὥσπερ εἰς τὸ ἔξω φέρεσθαι δοκεῖν τοῦ ἁνδάνοντος αὐτῷ· εἶναι δὲ μᾶλλον ὑποτοπήσειεν ἂν εἰκότως ὁμογνώμονά τε καὶ συνεθελητήν, ἅτε δὴ καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὄντα τε καὶ νοούμενον. Ἵνα γὰρ φαίνηται τιμῶν τὸν Πατέρα καὶ τὸν ἐξ οὗπέρ ἐστι γεννητῶς ταῖς εἰς λῆξιν καὶ ἀνωτάτω στεφανῶν εὐφημίαις, ποτὲ μέν φησι· "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, σῶμα δὲ κατηρτίσω μοι· τότε εἶπον· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου·" ποτὲ δὲ αὖ ὅτι "Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με." Ἰδοὺ γάρ, ἰδοὺ καὶ μάλα σαφῶς, καθικέσθαι φησὶν ἐξ οὐρανῶν, ἔχειν δὲ οὕτω περί γε τὸ δεῖν ἀποπεραίνειν ἐθελουσίως τὸ δοκοῦν τῷ γεγεννη κότι, ὡς εἴπερ ἦν ὅλως τῶν ἐνδεχομένων εἰς ἑτερότητα θελημάτων ἀποχωρεῖν αὐτόν, ἀλογῆσαι μὲν τῶν ἰδίων, μεταποιεῖσθαι δὲ μᾶλλον τῶν τοῦ Πατρός; Ἔχων δὲ οὕτω σκοποῦ τε καὶ γνώμης, ἆρα ἄν τῳ δόξειε παραιτεῖσθαι μὲν ὡς δυσκλεὲς τὸ ὑποτετάχθαι δοκεῖν, ἀποσείεσθαι δὲ τὸ πρὸς πᾶν ὁτιοῦν συνεθέλειν αὐτῷ; {Β.} Ἥκιστά γε. {Α.} Οὐκοῦν ὁ καὶ νῦν ὁμογνώμων τε καὶ συνεθελητὴς τῷ γεγεννηκότι, μᾶλλον δὲ ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ 586 Πατρός, τίνα δὴ τρόπον ὑποταχθήσεται, καὶ τοῦτο κατὰ καιρούς, ὡς οὔπω νοούμενος συνεθελητὴς ἤγουν ὑποτε ταγμένος; Κεχρήσομαι γὰρ ἀδικούσῃ μηδὲν εἰς οὐσίας λόγον τὸν Μονογενῆ καὶ τῇ τοῦ Παύλου φωνῇ. {Β.} Ποῖον οὖν ἄρα τὸ χρῆμα τῆς ἐσομένης ὑποταγῆς; {Α.} Ἐν ἐλπίσιν ἐσμὲν ἀγαθαῖς, ὦ Ἑρμεία, καὶ ἀραρότως πεπιστεύκαμεν ὡς τοῖς ἐθέλουσι διαβιῶναι λαμπρῶς, ἁγίαν τε καὶ ἀξιάγαστον ἀληθῶς κατωρθωκόσι ζωήν, ἡ παντὸς ἀγαθοῦ μέθεξις ὑπάρξει παρὰ Θεοῦ, καὶ μὴν ὅτι τὰ ὑπὲρ νοῦν καὶ λόγον ταῖς τῶν ἁγίων τεθησαύρισται κεφαλαῖς. Ἔσται δὲ τούτων ἁπάντων διανομεὺς καὶ πρύτανις ὁ Υἱός· πάντα γὰρ παρὰ Πατρὸς εἰς ἡμᾶς δι' αὐτοῦ ἐν Πνεύματι, καὶ οὔτι πού φαμεν ὑπουργικὴν εἰσκομίζοντος εἰς τοῦτο τὴν διακονίαν, διανέμοντος δὲ μᾶλλον ἐπ' ἐξουσίας ὡς Υἱοῦ τὰ παρὰ Πατρός, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν, ἁγιασμὸς δηλονότι καὶ σοφία καὶ ζωή, δόξα τε καὶ ἀφθαρσία. Ὅτι δὲ ὑποτεταγμένων ἁπάντων τῷ Υἱῷ, συγκατάρξει πάλιν πάντη τε καὶ πάντως αὐτῷ, καὶ συμβασιλεύσει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ, ἐκδείξειεν ἂν εὐκόλως, τὸ ἀραρότως ἡμᾶς ἐννοεῖν, ὁμογνωμονήσειν αὐτῷ καὶ τότε καὶ πρὸς πᾶν ὁτιοῦν ἔσεσθαι συνεθελητὴν τὸν Υἱόν, καὶ διὰ τῆς ἑαυτοῦ μεσιτείας ἀποπληροῦν τοῖς ἁγίοις τὰ ἐν ἐλπίσι. Καὶ αὐτὸ δὴ τουτὶ τῷ τῆς ὑποταγῆς ὀνόματι καταχρηστικῶς μεμηνυ κέναι φαμὲν τὸν θεσπέσιον Παῦλον. Ἤδει γάρ, ᾔδει προσκρούσων αὐτῷ κατ' οὐδένα τρόπον κἂν εἰ τοιάδε τινὰ λέγοι. Σκοπὸς γὰρ ἀεὶ τῷ Υἱῷ τιμᾶν τὸν Πατέρα, ὅτι ἐξ αὐτοῦ κατὰ φύσιν ἐστίν, ἴσος τε καὶ ὅμοιος κατὰ πᾶν ὁτιοῦν καὶ κατ' οὐδένα τρόπον μειονεκτούμενος. ∆ι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΕΚΤΟΣ Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα
θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου καθὸ νοεῖται καὶ ἔστι Θεός.