116
χωρεῖν, τοῦ ἀληθῶς φρουρίου ἀποσπασθέντας, ὃς ἦν ὁ ναὸς ἄντικρυς· ἀπολογίαν γὰρ ἐκεῖνον ἔχειν πρὸς βασιλέα τὴν ἀσυλίαν τοῦ ἱεροῦ καὶ τὴν τοῦ πατριάρχου κώλυσιν, καὶ ὡς αὐτούς, εὐθὺ τοῦ βασιλέως ὁρμῶντας, δεσμεύειν οὐκ ἦν, ὡς παρ' αὐτοῖς μενούσης τῆς προσφυγῆς τοῦτο μὲν τῷ ἑκόντας ἀποφοιτᾶν, τοῦτο δὲ καὶ τῷ τὸν πατριάρχην ἐπιτιμῶντα ἀμφέπειν πανταχοῦ διάγοντας. Προσέτι δὲ καὶ τὸ τῆς εἰς βασιλέα προσόδου σχῆμα τὸ ἀνέτους σφᾶς διατηρεῖσθαι δίδωσι· πρόσωπον γὰρ βασιλέως θεώμενον συμπαθείας ἀνάγκην ἔχειν, κἂν γοῦν πρὸς ὥραν τοῖς κατακρίτοις. 301 Ταῦτα καὶ τὰ τούτοις ὅμοια λέγων, ἔπειθέ τε τοὺς ἄνδρας ἀποφοιτᾶν τε τοῦ ναοῦ καὶ πρὸς βασιλέα χωρεῖν. Καὶ δὴ παρὰ τοῦ πατριάρχου ἐκχωρη θέντες, δόξαν συνοῖσον σφίσι τὸ ἀπελθεῖντὰ γὰρ συμβάντα τούτοις πικρά, καὶ ὡς εἰ ἐπὶ καθοσιώσει ηὐθύνοντο, εὐθύς, ταῖς τοῦ ἱερέως ἐφοδιασθέντες εὐχαῖς τε καὶ εὐλογίαις, τῆς πρὸς τὴν Θεσσαλονίκην φερούσης ἅπτονται. Ἃ μὲν οὖν ἐπιμίξασιν ἐκείνοις Θεσσαλονίκῃ καὶ βασιλεῖ προσελθοῦσι συνέβη, οὐ τοῦ παρόντος λέγειν καιροῦ. Πλὴν εἰκάσαιτ' ἄν τις ὡς οὐκ ἂν εὖ ἐκεῖθεν ἔπαθον, εἰ μή γε θεραπεύουσι τὸν καιρὸν συνέβη ταῦτα παθεῖν· τὸ δ' ἦν μεμονῶσθαι τὸν πατριάρχην, ὑποκλιθέντων, ὡς καὶ τῶν ἄλλων, ἐκείνων.
κεʹ. Τὰ περὶ τοῦ σουλτὰν Ἀζατίνου καὶ τὰ περὶ τῶν Τοχάρων. Ἀναληπτέον καὶ τὸ τοῦ σουλτὰν Ἀζατίνου, ὃς μοῖρά τις γέγονε δυστυχὴς Μακεδόσιν, εἴπω δὲ καὶ Θρᾳξί· καὶ τὸ τοῦ κομήτου προάγγελμα εἰς ἔκβασιν ἔθετο προφανῆ. Ἐκεῖνος γὰρ ἐπὶ πλεῖστον τῇ Κωνσταντίνου προστετηκὼς καὶ ὁσημέραι προσδοκῶν ἐπανήξειν μεθ' ὅτι πλείστης ἰσχύος, ἐπεὶ τὸ ἐν ἐλπίσιν ἀπέγνωστοᾔδει γὰρ ἄλλα τὸν βασιλέα πραγματευόμενον, καὶ τὸ κῆδος ἔπειθε τὸ πρὸς τὸν Ἀπαγᾶν ὡς οὐκέθ' ὑποστρέψειεν, εὑρὼν καιρὸν τῷ τότε ὃν ἡ τοῦ βασιλέως ἀπουσία δέοντά οἱ παρεῖχεν, διαμηνύεται τῶν τινι συγγενῶν, ἐπιδόξῳ γε ὄντι κατὰ τὰ πρὸς ἄρκτον μέρη τοῦ Εὐξείνου πόντου, δυσωπῶν ἐπαμῦναί οἱ ἀσιδήρως πεφυλακισμένῳ παρὰ φίλῳ τῷ βασιλεῖ, οὐδὲν ἐχθροῦ διαφέροντι· εἶναι γὰρ ἐκείνῳ, εἰ βούλοιτο βοηθεῖν, συνελθεῖν Κωνσταντίνῳ καὶ σπεύδοντα παροτρῦναι πρὸς τὴν τοῦ βασιλέως ἐπίθεσιν· καὶ αὐτὸν δὲ οἰκονομεῖν παρ' ἐκεῖνον ἰέναι, καὶ οὕτως ἐκείνῳ συνόντα ῥᾷον καθ' ὁδὸν ἐκπεσεῖν εἰς χεῖρας ἐκείνοις, εἰ μόνον Τοχάροις συν εξίοι ἅμα Κωνσταντίνῳ μετὰ Βουλγάρων· καὶ εἰ μὲν ἁλῷ καὶ αὐτὸς βασιλεύς, 303 εὖ εἶναι τοῖς ἐπιθησομένοις· εἰ δ' οὖν, ἀλλὰ λείαν περιβαλλομένους πλείστην ὅσην, ἔτι δὲ καὶ τῶν τοῦ βασιλέως πολλὰ λαβόντας ἐπαναζευγνύειν, τὸ κρεῖττον τῆς λείας διαφερόντως καὶ αὐτὸν ἀγομένους· μεμνῆσθαί τε συγγενείας καὶ δόξης προτέρας· καὶ εἰ μὴ δι' ἄμφω, καὶ ὡς συγγενῆ σπεύδειν καὶ ὡς ἐλπίζοντα μεταλαμβάνειν πάλιν τὰ μείζω θαρρεῖν, ἀλλ' οὖν δι' ἓν τούτων ἄξιον συμπράττειν οἴεσθαι, ἢ ὡς συγγενῆ βοηθοῦντα ἢ ὡς εἰδότα κατελεοῦντα. Ταῦτα δηλώσας τῷ θείῳ δι' ἀπορρήτων, τὰ πιστὰ λαβὼν ἐκεῖθεν διὰ γραμμάτων, προσεποιεῖτο ἐφετὴν εἶναί οἱ τὴν βασιλέως θέαν καὶ γράμμασιν ἐδήλου τῷ βασιλεῖ καὶ ἱκέτευεν ἐφεῖναι παρ' ἐκεῖνον γενέσθαι· οὐδὲ γὰρ ἀνεκτά οἱ εἶναι ἐπὶ τοσοῦτον ἐστερῆσθαι τῆς βασιλικῆς ὄψεως. Εἰ γοῦν προστάσσοι· εἰ δ' οὖν, ἀλλ' αὐτὸν ἥξειν καὶ οὕτως, ἐπεὶ πόθος ἐπείγει καὶ τυραννεῖ. Ταῦτα μαθών, ὁ βασιλεύςκαὶ ποῦ γὰρ τὸν δόλον εἶχεν ὑπονοεῖν; διὰ γραμμάτων ἐφίησιν ἀφικέσθαι παρ' ἐκεῖνον· ἰδεῖν γὰρ καὶ δυτικοὺς τόπους ἐγγενέσθαι οἱ, οὓς οὐκ ἦν ὁρᾶν, κατ' ἀνατολὰς διάγοντα. Ὁ μὲν οὖν σουλτὰν ἐκχωρηθεὶς τὴν ἔξοδον ἐπετάχυνε καί, πλῆθος χρημάτων ἀφείς, ἔτι δὲ καὶ γυναῖκας καὶ τέκνα καὶ ἀδελφὴν καὶ μητέρα, τὸ μὲν ἐπιλύων τὴν ὑποψίαν, τὸ δὲ καὶ τὰ ἐμποδὼν ὑποτεμεῖν ἄριστον γνούς, ἔξεισι σὺν τοῖς οἰκείοις τῆς πόλεως καὶ καταλαβεῖν τὸν βασιλέα ἠπείγετο. Ὁ δέ γε ῥηθεὶς θεῖος ἐκείνου, παρὰ τὸν βασιλέα Βουλγάρων τὸν Κωνσταντῖνον γεγονώς, ἢ μᾶλλον τὴν ἐκεί νου σύζυγον, τὰς κατὰ βασιλέως ὑποθήκας προτείνων, καὶ πάλαι παρακε κινημένους ἔπειθε. Καὶ δὴ πέμψας μετακαλεῖται πλῆθος Τοχάρων, ὡς κερδανοῦντας αὐτίκα, εἰ ἐπεξίοιεν ἅμ'