ἐπήλπισα, καὶ ζῆσόν με. ∆ιὰ τί οὐκ ειπεν· Εἰς τοὺς λόγους ηλπισα, ἀλλὰ ἐπήλπισα; οἱ ἐλπίζον τες οὐχ ὡς αρχονται τοῦ ἐλπίζειν, ουτω μέ νουσιν, ἀλλ' εἰ προκόπτοιεν κατὰ Θεὸν, ἐ παυξάνουσιν τὸ ἐλπίζειν, καὶ οσῳ γε αυξει ἡ ἀγάπη, τοσοῦτον αυξει ἡ ἐλπὶς, καὶ μά λιστα οταν βοηθηθῶμεν ὑπὸ τοῦ Θεοῦ, τότε προστίθεμεν τῇ πρὸς τὸν πόθον τοῦ Θεοῦ ἐλπίδι. 118.115 ̓Εκκλίνατε ἀπ' ἐμοῦ, πονηρευό μενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. ̔Ως ειρηται ἐρευνᾶν τὰς γραφὰς (δέονται γὰρ ἐρεύνης, ινα καὶ νοηθῶσιν), ουτω καὶ τό· ̓Εξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ· οὐ γὰρ ὡς οιονταί τινες, σαφεῖς καὶ τοῖς τυχοῦ σι ληπταί. 118.118,119 ̓Εξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, οτι αδικον τὸ εὐθύμημα αὐτῶν. Παραβαί νοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτω λοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρ τύριά σου. Οὐ ταὐτόν ἐστι τὸ ἁμαρτάνειν καὶ ἀποσ τατεῖν· ὁ γὰρ ἀποστατήσας ἀπέστη τέλειον τῆς θεοσεβείας. Καὶ μετ' ὀλίγα. ̓Αναγκαίως προσέθηκεν τὸ πάντας· εἰκότως καὶ δίκαιοί ποτε ησαν, υστερον δὲ ἀπέστησαν. Καὶ πάλιν. Τί τὸ αιτιον, οτι ἐξουδένωσας αὐτούς; οτι αδικον τὸ ἐνθύμημα αὐτῶν. Πε ρὶ αὐτῶν φησιν ὁ προφήτης· Οὐαὶ, τέκνα ἀποστάται! Καὶ ἐν αλλοις· Οὐαὶ αὐτοῖς οτι ἀπεπήδησαν ἀπ' ἐμοῦ. Τοὺς ουν τοιούτους οὐ παιδεύει, οὐ μαστίζει κατὰ τοὺς ἀγαπη μένους υἱοὺς παρ' αὐτοῦ, ἀλλὰ ἐξουθενεῖ, φάσκων πρὸς εκαστον· Παιδεύσει σε ἡ ἀ ποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. ̔Ημεῖς μὲν παραβαίνοντας λέγομεν τοὺς δεδιδαγμένους τὸν λόγον, καὶ μετὰ τὸ δεδι δάχθαι μὴ τετηρηκότας, ἀλλ' ἀποστάντας καὶ παραβεβηκότας. Ουτος δὲ ὁρᾷ οτι πάν τες εχουσιν ἀφορμὰς πρὸς καλοκαγαθίαν, εἰ καὶ μὴ ἐδιδάχθησαν· ωστε μὴ μόνους πα ραβάτας λέγεσθαι τοὺς μετὰ τὴν πίστιν ἀ ποστάντας, ωσπερ ἐλέγομεν, ἀλλὰ καὶ τοὺς ὁπωσοῦν ἁμαρτάνοντας, ὡς ἀφορμὰς πρὸς καλοκαγαθίαν εχοντας, εἰ δὲ μὴ ἐδιδάχθη σαν. ̔Αμαρτωλοὶ δὲ τῆς γῆς οἱ ἐπὶ γῆς ἡ μαρτηκότες ανθρωποι. Αλλοι γάρ εἰσιν ἁμαρτωλοὶ οὐρανοῦ, οἱ πρὸς ους ἡμῖν ἐστιν ἡ πάλη, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. ̓Εκεῖ γὰρ πρῶτον ἁ μαρτόντες, υστερον καὶ ἐπὶ γῆς τοῦτο ποιοῦ σιν. ∆ιό φησιν· ̓Ηγάπησα τὰ μαρτύριά σου, τὰ μετὰ μαρτύρων μοι παραδεδομένα. - Τοῦτο γὰρ περιμένει τὸ τέλος τοὺς τὸν νό μον τοῦ Θεοῦ ἀθετοῦντας, τὸ βουλεύσασθαι πατῆσαι τὸν Θεοῦ νόμον. - ̓Επεὶ ουν τού τους παραβαίνοντας ἐλογισάμην, διὸ, φησὶν, ἠγάπησα τὰ μαρτύριά σου, τὰ μετὰ μαρτύ ρων μοι παραδεδομένα. Καὶ μετ' ὀλίγα· ̔Ο ̓Ακύλας ἀντὶ τοῦ παραβαίνοντας ἐλογισάμην, στέμφυλα διελογί σω· ὁ δὲ Σύμμαχος, σκωρίαν ἐξέδωκεν. 118.120 Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. ∆ι' ου· ̓Εμοὶ ὁ κόσμος ἐσταυρώθη, κἀγὼ τῷ κόσμῳ. 118.121 ̓Εποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. ̓Επειδὴ μετὰ τὸ ἡμαρτηκέναι μεταβαλὼν ἐποίησα κρίμα, καὶ κλίνας τὸ αδικον, δρά σας τὴν δικαιοσύνην, ἀξιῶ βοηθηθῆναι, καὶ μὴ κατὰ πεπραγμένα ἁμαρτήματα παραδο θῆναι τοῖς ἀδικοῦσί με εἰς τιμωρίαν, ὡς μὴ ἐπιστρέψαντα πρὸς σέ. Τί δὲ τὸ παραδοθῆναι τούτοις, ἐξεταστέον. Πᾶν ἁμάρτημα οταν ποιῶμεν, τόπον δεδωκότες τῷ διαβόλῳ ποι οῦμεν, ἐφεδρεύοντι καὶ ἐπιτηροῦντί ποτε εἰσελθεῖν ἡμῶν εἰς τὸ ἡγεμονικὸν, ινα βα λὼν ἑαυτοῦ τὰ βέλη, μετὰ ταῦτα καὶ αὐτὸς ἐνοικήσῃ καὶ ἐνεργήσῃ εἰς ἡμᾶς. Οὐκοῦν οτε ἁμαρτάνομεν, ἐνεργούμενοι ὑπὸ τοῦ δια βόλου ἁμαρτάνομεν, καὶ ἀδικούμεθα ὑπ' αὐ τοῦ. ̓Αδικεῖ γὰρ ἡμᾶς προτρέπων ἐπὶ τὴν ἁμαρτίαν, ειτα πρὸς τὰ δίκαια κρίματα τοῦ Θεοῦ· ορα τί ποιεῖ· ἐπειδὴ ἀντὶ τοῦ Θεῷ ἀ νοῖξαι τὴν θύραν τῆς ψυχῆς καὶ τὸν Χρισ τὸν παραδέξασθαι, τὴν ἁμαρτίαν προσηκά μεθα, παραδιδόμεθα ἐκείνῳ ον παρεδεξάμε θα ἐπὶ τῷ κολασθῆναι ὑπ' αὐτοῦ. Ουτω πα ρεδόθη ὁ ἐν Κορίνθῳ πεπορνευκὼς, περὶ ου φησιν ὁ ἀπόστολος. ̓Αλλὰ καὶ Φύγαλον καὶ ̔Ηρμογένην παρέδωκε τῷ Σατανᾷ, ινα παι δευθῶσιν μὴ βλασφημεῖν. ̔Αμαρτήσαντες δὲ τοῖς εθνεσι παραδόθησαν υἱοὶ ̓Ισραήλ. - ̓Εποίησα κρίμα, τοῦτο τοῦ ∆αυίδ. Οτι, φησὶν, ὡς βασιλεὺς τὸ δίκαιον μὴ ἐξέκλινα, διὸ μὴ