τὸ ἀν ήκοον τῶν μὴ πειθομένων αὐτοῦ τῇ διδασκαλίᾳ λέγε ται. Εἰ δὲ καὶ πρὸς τὸ μὴ δεῖν ἐκκακεῖν προσευχό μενον, ἀλλὰ βοᾷν ἡμέρας καὶ νυκτὸς πρὸς τὸν Θεὸν, εἶπε κεκοπιακέναι ἐν τῷ κράζειν, συμφώνως τὸ μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων συνεπίσκε ψαι. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως. Ἃ οὐχ ἥρ πασα, τότε ἀπετίννυον, κ. τ. ἑ. Ἐντεῦθεν, οἶ μαι, δυνατὸν γνῶναι τὸ πλῆθος τῶν δαιμόνων. Τοῦ αὐτοῦ. Εἰ καὶ ἀπέδωκεν ἃ μὴ ἥρπα σεν, ἀλλ' οὖν ἡμᾶς ἐλυτρώσατο (καὶ τοῦτό ἐστιν ἀποτιννύναι), ἐξαλείφων τὸ καθ' ἡμῶν χειρόγραφον. Ἃ ἠναγκάσμεθα ἀποτιννύναι ἐπιφερόμενα καθ' ἡμῶν, ἐξήλειπται ταῦτα καὶ ᾖρται ἐκ τοῦ μέσου, ἀφέσεως ἁμαρτιῶν δοθείσης. Τοῦ αὐτοῦ. Οὐδένα τῶν ἀνθρώπων ἄκοντα ἁρ πάζει ὁ Θεός· εἰ γὰρ ἥρπαζεν, οὐκ ἂν ἔλεγε· «∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·» καί· «Ἐὰν θέλητε, καὶ 12.1513 εἰσακούσησθέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.» Ἡρ πάγη δὲ ὁ Παῦλος ἕως τρίτου οὐρανοῦ, ἤδη ἑαυτὸν ἐπιδεδωκὼς τῷ Θεῷ Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν, κ. τ. ἑ. Οὐ πάντων τὴν ἀφροσύνην γινώσκει Θεὸς, ἀλλὰ τοῦ γενομένου ἄφρονος διὰ τοὺς ἄφρονας, καὶ τοῦ γε νομένου ἀνόμου διὰ τοὺς ἀνόμους, καὶ τοῦ γενομένου ἀσθενοῦς διὰ τοὺς ἀσθενεῖς. Τοῦ αὐτοῦ. Ἐπειδὴ ψευδομάρτυρες ἔστησαν κατ' ἐμοῦ, σὺ οἶδας, ὁ Θεὸς, εἴ τινά μοι πεπλημμέλη ται· οὐ γὰρ ἂν ἐκρύβησάν σοι. Καὶ ἄλλως δέ· Ὅτι τὰς ἡμετέρας ἀνεδέξατο ἁμαρτίας, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ ταύτας, φησὶ, τὰς πλημμελείας, ἃς ὑπὲρ ἀνθρώπων ἀνεδεξάμην, σὺ ἔγνως. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμὲ, κ. τ. ἑ. Οὗτος ὁ στίχος τέθειται ἐν τοῖς Εὐ αγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβι σταῖς καὶ τραπεζίταις. Τὸ, «Κατέφαγέ με,» ὁ Σύμ μαχος, «κατανάλωσεν,» ἐξέδωκεν. Τοῦ αὐτοῦ. Εἴποι δ' ἂν ταῦτα καὶ πᾶς ὑπὲρ τοῦ ∆ημιουργοῦ λέγων πρὸς τοὺς προσκόπτοντας τῇ Προνοίᾳ, ἢ πρὸς τοὺς κακολογοῦντας τὸν κτίσαντα ἑτεροδόξους. Καὶ μάλιστα ὑπὲρ τοῦ Θεοῦ ὀνειδιζόμε νος λέγοι ἄν· «Οἱ ὀνειδισμοὶ,» καὶ τὰ ἑξῆς. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, κ. τ. ἑ. Τοῦτο οἱ μαθηταὶ ἐμνήσθησαν, ὡς ἐν τῷ κατὰ Ἰωάννην γέγραπται· «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς πα ραβολήν.» Τοῦ αὐτοῦ. Κάλυμμα τῆς ψυχῆς ἡ νηστεία κρύπτουσα τὰ πάθη αὐτῆς, τουτέστιν ἐπιθυμίαν αἰ σχρὰν, καὶ θυμὸν ἄλογον. Ὁ τοίνυν μὴ νηστεύων γεγύμνωται ἀσχημονῶν. Τοῦ αὐτοῦ. Οὐδὲν, φησὶ, ξένον γέγονεν, ἀλλ' οἱ ἐν τῇ Παλαιᾷ ὀνειδίσαντες καὶ ὑβρίσαντές σε, Θεὲ Πάτερ, οὗτοι καὶ κατὰ τοῦ Υἱοῦ σου ἐμοῦ ἦλθον. Καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον, κ. τ. ἑ. Οὗτος ὁ οἶνος θυμός ἐστι τῶν δρακόντων. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων, κ. τ. ἑ. Σκοπὸς οὐχ ὁ τυχὼν ἀλληγο ρῆσαι τὰ γεγραμμένα ἐπὶ τοῦ Σωτῆρος ἡμῶν γεγο νότα. Οἶμαι δὲ ταῦτα πάντα ἐπὶ τῇ ἐν ᾅδου πορείᾳ λαμβάνεσθαι. Τοῦ αὐτοῦ. Βάθος ὑδάτων ἐστὶν εἰς ὃ γίνον 12.1516 ται οἱ μὴ γενναίως τὰ πειρατήρια φέροντες· ἀφ' οὗ Θεὸς μόνος ῥύεται τοὺς δυναμένους εἰπεῖν· «Ἐκ βαθέων ἐκέκραξα πρὸς σὲ, Κύριε.» -»Ἐκ τοῦ βά θους δὲ τῶν ὑδάτων» γράφεται, καὶ οὐχὶ, ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μηδὲ συσχέτω ἐπ' ἐμοῦ φρέαρ τὸ στόμα αὐ τοῦ, κ. τ. ἑ. Ἐνταῦθα φύσιν τινὰ λογικὴν κα ταχθόνιον εἴρηκε φρέαρ, ἐν ᾧ πολλαὶ τῶν ψυχῶν ἐμπεπτώκασιν. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου, κ. τ. ἑ. Ἄξιος τῆς περὶ Θεοῦ γνώσεώς ἐστιν ὁ Χριστοῦ ὀνειδισμὸς, ὃν ὠνειδίζετο διὰ δικαιοσύνην. Οὕτω καὶ ὁ δίκαιος ὀνειδίζοιτο. Τοῦ αὐτοῦ. Αἰσχύνεται δὲ ἐφ' ἡμῖν ὁ ἀρχιε ρεὺς ἡμῶν, ὅς ἐστι Χριστὸς ὁ διεληλυθὼς τοὺς οὐρα νοὺς, ὀνειδιζόμενος ὑπὸ τῶν ἐναντίων πνευμάτων. Καὶ ὑπέμεινα