117
ὄλεθρον τε κτηνάμενοι. Τὸ δὲ πάντα τὸν Ἰσραὴλ τῆς ἐπανόδου τυχεῖν, καὶ ὑπέσχετο ὁ ∆εσπότης, καὶ τὸν οἰκεῖον πεπλήρωκε λόγον. Παρεσκεύασε γὰρ τὸν Κύρον ἅπασι τὴν ἐπάνοδον ἐπιτρέψαι· οἱ δὲ τὴν συνήθη νοσοῦντες ἀπείθειαν, τοῖς προσταχθεῖσιν ἀντεῖπον, καὶ τῆς οἰκείας τὴν ἀλλοτρίαν προείλοντο. ιγʹ-ιεʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν εἶπόν σοι· Γῆ κατεσθίουσα ἀνθρώπους σὺ εἶ, καὶ ἠτεκνωμένη ἀπὸ τοῦ ἔθνους σου ἐγένου. ∆ιὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει Κύριος. Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἐφ' ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς δὲ οὐ μὴ ἐνέγκητε ἔτι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνωθήσεται ἔτι, λέγει Ἀδωναῒ Κύριος. Ἐδέξατο ἂν καὶ ταῦτα πέρας, εἰ ἐβουλήθησαν Ἰουδαῖοι· ἐπειδὴ δὲ καθάπερ κύνες λυττῶντες ἐπεμάνησαν τῷ ∆εσπότῃ, αὐτοὶ τὴν προ φητείαν ἀτέλεστον πεποιήκασι, καὶ οὕτως δὲ τὸ ἀψευδὲς ἡ πρόῤῥησις ἔχει. Προλαβὼν γὰρ ὁ τῶν ὅλων ἔφη Θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου· "Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδο μεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν μου τῆς φωνῆς, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλά λησα τοῦ ποιῆσαι αὐτοῖς." Ἰουδαῖοι τοίνυν αἴτιοι τοῦ μὴ τυχεῖν τῶν διὰ τῆς προφητείας ἐπαγγελθέν των ἀγαθῶν. ιʹ-ιηʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὑτῶν, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὑτῶν, καὶ ἐν τοῖς εἰδώλοις αὑτῶν, καὶ ἐν ταῖς ἀκαθαρσίαις αὑτῶν, κατὰ τὴν ἀκαθαρ σίαν τῆς ἀποκαθημένης ἐγένετο ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου. Καὶ ἐξέχεα τὸν θυμόν μου 81.1181 ἐπ' αὐτούς. Αὐτὰ, φησὶ, τὰ πράγματα μαρτυρεῖ τῷ δικαίῳ τῆς τιμωρίας· οὐ γὰρ μόνα τὰ παντο δαπὰ εἴδωλα θεραπεύοντες διετέλεσαν, ἀλλὰ καὶ πᾶν εἶδος ἐπετήδευσαν παρανομίας, ὡς πάσης βδελυ γμίας καὶ μίσους ἀναπλησθῆναι· καὶ ἐπειδὴ κατὰ τὸν νόμον λίαν ἀκάθαρτος ἡ ἀποκαθημένη ἐδόκει, τουτέστιν, ἡ ἐν ῥύσει αἵματος, ἐκείνῳ τῷ περιττώ ματι τῆς παρανομίας ἀπεικάζει τὴν βδελυγμίαν. Εἶτα πάλιν ἐπιμένων τῇ κατηγορίᾳ· Ἀνθ' ὧν ἐξέχεαν, φησὶν, αἷμα ἐπὶ τῆς γῆς, καὶ ἐν τοῖς εἰδώλοις αὑτῶν ἐμίαναν αὐτήν. (ιθʹ.) Καὶ διεσκόρπισα αὐτοὺς εἰς τὰ ἔθνη, καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας. Καὶ πάλιν τῆς τιμωρίας τὸ δίκαιον δείκνυσι. "Κατὰ τὴν ὁδὸν αὐ τῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτῶν ἔκρινα αὐτούς." Ἐτρύγησαν, φησὶν, ὧν ἐφύτευσαν τοὺς καρπούς. Αἷμα ἐνταῦθα κέκληκεν οὐ μόνον τὰς ἄλλας μιαιφονίας, ἀλλὰ καὶ τὰς τῶν τέκνων θυσίας, ἃς τοῖς ὠμοβόροις καὶ πονηροῖς προσέφερον δαίμο σιν· οὐκ ἠρκέσθησαν γὰρ, φησὶ, ταῖς πρὸ τῆς αἰχμ αλωσίας παρανομίαις, ἀλλὰ καὶ δορυάλωτοι γενόμενοι καὶ μέτοικοι, τοῖς αὐτοῖς ἐπέμειναν κακοῖς. κʹ. Καὶ εἰσῆλθον εἰς τὰ ἔθνη, εἰς οὓς εἰσῆλ θον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον, ἐν τῷ λέγεσθαι αὐτοῖς, Λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι. Πονηρίᾳ, φησὶ, συζῶντες βλασφημίας μοι γεγένηνται πρόξενοι. Πρῶτον μὲν γὰρ ὑπέλαβε τὰ ἔθνη διὰ τὴν ἐμὴν ἀσθένειαν τούτους ἡττηθῆναι, καὶ ὑπὸ τοῖς πολε μίοις γενέσθαι· ἔπειτα πείρᾳ τὴν πονηρίαν αὐτῶν μεμαθηκότες, κατ' ἐμοῦ τὴν βλασφημίαν ἐκίνησαν, ὡς τοιούτοις ἐπιτηδεύμασι χαίροντος, καὶ τοὺς οὕτω πονηροὺς ἀνθρώπους οἰκεῖον λαὸν ὀνομάσαντος· ἀλλ' ὅμως ἐκείνων αὐτῶν προμηθούμενος· καʹ. Καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσεν ὁ οἶκος Ἰσραὴλ, οὗ εἰσῆλθον ἐκεῖ. ∆ιδάξαι, φησὶν, ἐκείνους βουλόμενος τὴν ἐμὴν ἰσχὺν, τούτους ἀπαλλάξω τῶν ἐπικειμένων κακῶν. κβʹ, κγʹ. ∆ιὰ τοῦτο εἰπὲ τῷ οἴκῳ Ἰσραήλ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐχ ὑμῖν ἐγὼ ποιῶ οἶκος Ἰσραὴλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλ θετε ἐκεῖ. Καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος, λέγει Ἀδωναῒ Κύριος, ἐν τῷ ἁγια σθῆναί με ἐν ὑμῖν κατ' ὀφθαλμοὺς αὐτῶν. Οὐχ ὑμεῖς, φησὶν, ἄξιοι τῆς σωτηρίας, ἀλλὰ τὰ ἔθνη προσήκει θεραπείας τυχεῖν, ἀφορμὴν τῆς κατ' ἐμοῦ βλασφημίας παρ' ὑμῶν εἰληφότα· λυθήσεται δὲ ἡ βλασφημία διὰ τῆς