De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
πρός γε δὴ τούτοις καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός, Ἰουδαίοις προσλαλῶν· "Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα, θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον Υἱός εἰμι τοῦ Θεοῦ;" Μυρία δ' ἄν τις καὶ ἕτερα καὶ λίαν ἀκονιτὶ τοῖς εἰρημένοις ἐπισωρεύσειε δι' ὧν ἔνεστι μαθεῖν ὡς ἡγίασται παρὰ τοῦ Πατρὸς ὁ Υἱός. {Α.} Καὶ τίς ἂν νοοῖτο τυχὸν ὁ τοῦ ἡγιάσθαι τρόπος, εἰ καὶ ἐπ' αὐτοῦ τάττοιτο τοῦ Μονογενοῦς, διαπυθοίμην ἂν λέγοντος ὡς ἥδιστα σοῦ· πλείστη γὰρ ὅση τοῦ πράγματος ἡ διαφορὰ παρά γε ταῖς θεοπνεύστοις ὁρᾶται Γραφαῖς· ἁγιάζεσθαι μὲν γὰρ λέγονταί τινες ὡς ἐν προγνώσει Θεοῦ, προαναθροῦντος ὅτι τὴν εὐδόκιμόν τε καὶ ἐννομωτάτην κατωρθωκότες ζωήν, ἐπιτηδείως ἕξουσι καὶ εἰς τὸ χρῆναι μεταλαχεῖν ἁγίου Πνεύματος· ὁποῖοί τινες εἶεν ἂν περὶ ὧν ὁ σοφὸς ἐπιστέλλει Παῦλος ὅτι "Οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε τούτους καὶ ἐκάλεσεν, οὓς δὲ ἐκάλεσε τούτους καὶ ἐδικαίωσεν." Ἔφη δὲ Θεὸς καὶ πρὸς τὸν σοφώτατον Ἱερεμίαν· "Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε." Ἁγιάζονται δὲ αὖ καὶ ἕτεροί τινες, καίτοι τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες, ἀλλ' οὐ σχέσιν τινὰ καὶ οἰκειότητα τὴν πρὸς τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα κατασημήνειεν ἂν ὁ ἔν γε τούτοις ἁγιασμός, ἀλλ' οἱονεί πως ἀνάδειξιν καὶ παραγωγὴν τὴν εἰς τὸ χρῆναι πληροῦν ἃ ἂν βούλοιτο Θεός. Καὶ γοῦν Κύρου τε πέρι καὶ Μήδων κατὰ κράτος αἱρήσειν τὴν Βαβυλῶνα μελλόντων καὶ ὑπὸ θείας εἰς τοῦτο παρενηνεγμένων ὀργῆς, "Γίγαντες ἔρχονται, φησί, πληρῶ σαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες." Ἔφη δὲ ὅτι "Ἡγιασμένοι εἰσὶ καὶ ἐγὼ ἄγω αὐτούς." Ἀγγαίῳ δὲ τῷ προφήτῃ φησὶν ὁ Θεός· "Ἐὰν δὲ λάβῃ ἄνθρωπος κρέας ἅγιον," τό, οἶμαι, προσκομισθὲν ἄμωμον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένον τῷ Θεῷ, κρέας ἅγιον ὀνομάζων. Φαμὲν δὲ ἁγίους καὶ τοὺς ἀληθῶς διὰ Πνεύματος ἡγιασμένους, οὕτω τε θείας φύσεως κοινωνοὺς ἀναδε δειγμένους. Τίνα δὴ οὖν ἡγιάσθαι τρόπον ὑπονοήσουσι 590 τὸν Υἱόν, συμπαρεζευγμένης ἀναγκαίως τῷ ἡγιάσθαι λέγειν καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς; Ὧδε γὰρ ἔφη Χριστός· "Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον." Τὸ γὰρ ἐκ τῆς ἀμφοῖν συνδρομῆς οὐκ ἀσυντελές, οἶμαί που, πρὸς ὀρθότητα λογισμῶν, εὖ μάλα διαγινώσκεται. Ἀποστέλλων γὰρ ὁ Πατὴρ τὸν Υἱὸν ἁγιάσαι λέγεται, καὶ οὐχὶ πρὸ τῆς ἀποστολῆς. {Β.} Ἡγιάσθαι φασὶν αὐτὸν παρὰ τοῦ Πατρός. {Α.} Ἁγιάσαι δ' ἂν ἑτέρως ὁ Πατὴρ πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος; {Β.} Ναί, διὰ τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τί μήν; {Α.} Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, πρὸς ὅσην αὐτοῖς ὁ λόγος τὴν ἀτοπίαν ἐκρεῖ. Εἰ μὲν γὰρ πρὸ τῆς σαρκώσεως καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς ἐν μεθέξει Πνεύματος ἦν ὁ Λόγος, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον, τί πάλιν αὐτὸ καὶ μετὰ σαρκὸς ἐδέχετο; Περιττὸν τὸ χρῆμα καὶ εἰκαιόβουλον. Ἀλλ' οὐκ ἄν, οἶμαι, τὶς νοῦν ἔχων τό γε ἐν τούτοις ἁλῶναί ποτε τὴν ἀπόρρητον τοῦ Θεοῦ λογιεῖται φύσιν. Οὐ γὰρ ἂν ἁμάρτοι τοῦ πρέποντος καὶ τὸ ἀμωμήτως ἔχον, οὐκ ἐν παρατάσει μακρᾷ δια σκέψεών τε καὶ ἐννοιῶν, ἀλλ' ἐκ πρώτων εὐθὺς ὁρᾷ κινημάτων τῆς ἐνούσης αὐτῇ βουλῆς καὶ σοφίας. Εἰ δέ, ἐπεί τοι πέφηνε καθ' ἡμᾶς καὶ ἀπεστάλη μετὰ σαρκὸς ἐν τῷδε τῷ κόσμῳ, τὸ Πνεῦμα πλουτεῖ, καινὴν δὲ ὥσπερ τινὰ τὴν ἐπὶ τῷδε λαμπρὰν ἀποκεκέρδακε χάριν, ποῦ κεκένωκεν ἑαυτόν, ἀφῖκται δὲ ὅπως εἰς ὑποβιβασμὸν καὶ ταπείνωσιν, γεγονὼς ἐν ἀμείνοσιν, εἰ μὴ ἄρα, φασί, καὶ τῶν εἰς λῆξιν ἡκόντων ἀφειδήσαντες κακῶν, ὡς ἦν ἐν αἰσχίοσι, τὸ Πνεῦμα λαβών, καὶ τὸ ἁγιάζειν πεφυκὸς κατωθεῖ πρὸς τὸ χεῖρον τοὺς ἐν οἷς ἂν γένοιτο; {Β.} Ἀλλὰ τοῦτο μὲν οὐκ ἐννοήσουσι κατά γε τὸ εἰκός· ὅτι δὲ ἡγιάσθαι φασὶ καταπτάντος ἐπ' αὐτὸν τοῦ Πνεύματος ἐν εἴδει περιστερᾶς. {Α.} Εἶτα τίς ὁ τοῦτο εἰπών, ἐποπτεύσας τε ἅμα τὴν ἐξ οὐρανῶν τοῦ Πνεύματος ἐπ' αὐτὸν καταφοίτησιν;