118
κατὰ τὸν μέγαν Σαμουὴλ νοητῶς βλέπων τὰ ἔμπροσθεν, ἀποκαλύψει σαφῶς ἡμῖν τὴν τῷ ῥητῷ τῶν γεγραμμένων κεκαλυμμένην διάνοιαν τὸ ὑψηλὸν φῶς τῆς ἐν ὅλοις ἀληθείας γνωστικῶς ἀπαστράπτουσαν, πείθων τοὺς μαθεῖν δυναμένους ὡς οὐδὲν ἀκαίρως οὐδὲ μάτην τῷ ἁγίῳ Πνεύματι γέγραπται, κἂν ἡμεῖς χωρεῖν οὐ δυνάμεθα, πάντα δὲ μυστικῶς καὶ εὐκαίρως καὶ τῆς ἀνθρωπίνης ἕνεκα σωτηρίας, ἧς ἀρχὴ καὶ τέλος ἐστὶν ἡ σοφία, φόβον(38) μὲν ἀρχομένη (14Γ_088> πρῶτον δημιουργοῦσα καὶ πόθον ὕστερον τελειουμένη συνιστῶσα, μᾶλλον δὲ φόβος(39) αὐτὴ κατ᾽ ἀρχὰς δι᾽ ἡμᾶς οἰκονομικῶς γινομένη, ἵνα παύσῃ κακίας τὸν ἐραστήν, καὶ πόθος ὕστερον φυσικῶς εὑρισκομένη δι᾽ ἑαυτὴν κατὰ τὸ τέλος, ἵνα πληρώσῃ γέλωτος νοητοῦ τοὺς τὴν αὐτῆς πάντων τῶν ὄντων ἀλλαξαμένους συμβίωσιν.
Τοιούτους ἐγὼ ἀναγράφεσθαι ἄνδρας τῷ Πνεύματι πεπίστευκα, τοιούτους παῖδας καὶ παιδίσκας, τοιούτους ψάλτας καὶ ψαλτῳδούς, τοιαύτας καμήλους, τοιούτους ἵππους, τοιαύτας ἡμιόνους καὶ τοιούτους ὄνους, οὓς γράφειν οἷδε τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ οὓς σωματικὴ περιγράφειν πέφυκεν αἴσθησις, ἀλλ᾽ οὓς ὑποδέχεται νοῦς καθαρὸς τῷ καλάμῳ τυπουμένους τῆς χάριτος.
ΣΧΟΛΙΑ 1. Πεπληρωμένη χάρις τοῦ Πνεύματος ἐστιν, ἡ κατά τήν δύναμιν καί τήν ἕξιν
καί τήν ἐνέργειαν περιληπτική πασῶν τῶν εἰς ἀνθρώπους κατά Χριστόν τελείους φθανουσῶν γνώσεων σοφία· δι᾿ ἧς ὁ νοῦς τῶν κατ᾿ αἴσθησιν τύπων ἔξω γενόμενος, πάσης γυμνοῖς ποικιλίας προσβάλλει τοῖς τε τῶν γεγενημένων καί τῶν γεγραμμένων λόγοις, τούς ἐν αὐτοῖς θείους χαρακτῆρας εἰς μιᾶς περί ἑαυτόν θεοπρεποῦς μορφῆς συνάγων συμπλήρωσιν· καθ᾿ ἥν πάντων ὡς ἐφικτόν τῶν ὄντων ἑνοειδῶς τήν ἀδιαίρετον ὑποδέχεται γνῶσιν δι' ἧς ἀστράπτον ὑποφαίνεσθαι πέφυκε τῆς ἀληθείας τό φέγγος.
2. Οἱ κατ᾿ ἀλήθειαν γνωστικοί, τῶν ἐν ταῖς Γραφαῖς, φησί, μυστηρίων τούς λόγους διδάσκοντες, ὡς παραδείγμασι τοῖς καθ᾿ ἱστορίαν κέχρηνται τύποις, πρός τήν τῶν διδασκομένων ἀναγωγήν, ἁρμόζοντες τῷ τῆς ἱστορίας γράμματι τό πνεῦμα τῆς θεωρίας· ἵνα ὅ τε τύπος διά τήν αἴσθησιν, καί (14Γ_090> διά τόν νοῦν ὁ λόγος περί τόν ἄνθρωπον σώζωνται, τόν ἐκ ψυχῆς καί σώματος, περί ἅ πέφυκεν ὑπάρχειν ὅ τε νοῦς καί ἡ αἴσθησις, ὡς ἑνός ἀνθρώπου τυγχάνοντα.
3. Αἶνός ἐστι λόγος θείας μηνυτικός καλλονῆς· αἴνεσις δέ ἐστι, σχέσις αἰνοῦντος καί αἰνετοῦ, τουτέστιν ἀφήγησις τῶν μηνυτικῶν τῆς θείας εὐπρεπείας λόγων· καθ᾿ ἥν ἡ τῆς γνώσεως ἕξις συνίστασθαι πέφυκε, μεταποιοῦσα πρός τό αἰνετόν τό αἰνοῦν. Θυσία δέ ταύτης ἐστί τῆς αἰνέσεως, οὐ μόνον ἡ τῶν παρά φύσιν παθῶν τελεία νέκρωσις, καί τῶν κατά φύσιν ὑπέρθεσις, ἀλλά καί ἡ πρός Θεόν παντελής τοῦ αἰνοῦντος προσαγωγή.
4. Ἡ μή χαλινουμένη τῷ θείῳ φόβῳ κατά τήν πρᾶξιν γνῶσις, τῦφον ἐργάζεται, φησίν, ὡς οἰκεῖον τό δεδανεισμένον προβάλλεσθαι πείθουσα τόν ἐπ᾿ αὐτῇ τυφωθέντα, πρός οἰκεῖον ἔπαινον τόν ἔρανον τοῦ λόγου ποιούμενον. Ἡ δέ πρᾶξις τῷ θείῳ συναυξάνουσα πόθῳ, τῶν ὑπέρ τά πρακτά μή λαμβάνουσα γνῶσιν, τόν πρακτικόν ἐργάζεται ταπεινόφρονα, τοῖς ὑπέρ τήν οἰκείαν δύναμιν λόγοις πρός ἑαυτόν συστελλόμενον.
5. Ὁ τῶν παρά φύσιν παθῶν διά τῆς εἰς Θεόν πίστεως καί ἀγάπης νικήσας τάς παραλόγους κινήσεις, καί αὐτοῦ τοῦ κατά φύσιν ἔξω γίνεται νόμου, φησί, καί πρός τήν χώραν τῶν νοητῶν ὅλος μεταβιβάζεται, καί τό κατά φύσιν ὁμόφυλον, μετά τῶν προσγενομένων αὐτοῖς, τῆς ἀλλοτρίας ἑαυτῷ συνεκβάλλει δουλείας.
6. Ὑπό φύσιν μέν ἐστι πᾶν ὅ καθοτιοῦν ἤ ὑποκείμενον, ἤ καθ᾿ ὑποκειμένου, ἤ ἐν ὑποκεμένῳ εἶναι πέφυκεν· ἐξ ὧν οἱ ὅροι συνάγονται τῶν ὁριστῶν. Τά γάρ συμπληροῦντα τάς διαφόρους τῶν ὄντων φύσεις, εἰς τούς αὐτῶν