«Ἰδού, ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου, καὶ ἐν δικαιοσύνῃ οἰκοδο μηθήσῃ.» 10.42.294 Καὶ μετ' ὀλίγα πρὸς τὴν αὐτὴν Ἱερουσαλήμ· «Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσουσι τὸν τόπον τὸν ἅγιόν μου. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων καὶ παροξυνάντων σε· καὶ κληθήσῃ πόλις κυρίου, Σιὼν ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμιση μένην, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος σῴζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ἰσραήλ. Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. Καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιο σύνῃ. Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθή σεται σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα. Καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελή νης φωτιεῖ σοι τὴν νύκτα· ἀλλ' ἔσται σοι Χριστὸς φῶς αἰώ νιον, καὶ ὁ θεὸς δόξα σοι. Οὐ γὰρ δύσεταί σοι ὁ ἥλιος, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ κύριός σοι φῶς αἰώνιον, καὶ πληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.» 10.42.295 Ταῦτα γὰρ σαφῶς περὶ τοῦ μέλλοντος αἰῶνος προφη τεύεται τοῖς ἐν αἰχμαλωσίᾳ οὖσιν υἱοῖς Ἰσραήλ, ἐφ' οὓς ἦλθεν ἀποσταλεὶς ὁ λέγων· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Εἰ δὲ αἰχμάλωτοι ὄντες ταῦτα ἐν τῇ πατρίδι αὐτῶν ἀπολήψονται, ὅτε καὶ προσή λυτοι προσελεύσονται αὐτοῖς διὰ τοῦ Χριστοῦ καὶ ἐπ' αὐτοὺς καταφεύξονται, κατὰ τὸ λεγόμενον· «Ἰδοὺ προσήλυτοι προσ ελεύσονταί σοι δι' ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται», δῆλον ὅτι περὶ τὸν ναὸν τυγχάνοντές ποτε οἱ αἰχμαλωτευθέντες καὶ πάλιν ἐκεῖσε ἐπανελεύσονται ἀνοικοδομηθησόμενοι, τιμιώ τατοι γεγενημένοι λίθων· νικῶν γάρ τις καὶ παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει ἐπαγγελίαν ἔχει στύλος ἔσεσθαι ἐν τῷ ναῷ τοῦ θεοῦ, μὴ ἐξελευσόμενος ἔξω. 10.42.296 Ταῦτα δέ μοι πάντα εἴρηται ὑπὲρ τοῦ κἂν ἐν βραχείᾳ περινοίᾳ γενέσθαι ἡμᾶς τῶν κατὰ τὸν ναὸν καὶ τὸν οἶκον τοῦ θεοῦ καὶ τὴν ἐκκλησίαν καὶ τὴν Ἱερουσαλὴμ πραγμάτων, «περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος». 10.42.297 Τὴν δὲ ἀκριβεστάτην καὶ μέχρι τοῦ τυχόντος περὶ ταῦτα ἐπιμελῆ ἐξέτασιν ποιητέον τοῖς μὴ ἀπαυδῶσιν πρὸς τοὺς ἐν τῷ ἐντυγχάνειν ταῖς προφητείαις <καὶ> ζητεῖν τὸν ἐν αὐταῖς πνευματικὸν νοῦν καμάτους. Καὶ ταῦτα μὲν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 10.43.298 Ἐπεὶ δὲ «ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς» ἐκδεκτέον, ὡς κατὰ τὴν λέξιν, ὅτι οἱ μαθηταὶ μετὰ τὸ ἐγηγέρθαι ἐκ νεκρῶν τὸν κύριον συνῆκαν τὰ περὶ τοῦ ναοῦ εἰρημένα ἀναφέρεσθαι εἰς τὸ πάθος αὐτοῦ καὶ τὴν ἀνάστασιν, ὑπομνησθέντες ὅτι τὸ «Ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν» τὴν ἀνάστασιν ἐδήλου, ὅτε «καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς», πρότερον οὐ μεμαρτυρημένοι πεπιστευκέναι τῇ γραφῇ οὐδὲ τῷ λόγῳ τούτῳ, ὃν εἶπεν ὁ Ἰησοῦς· κυρίως γὰρ πίστις ἐστὶν κατὰ τὸ βάπτισμα τοῦ ὅλῃ ψυχῇ παραδεχομένου τὸ πιστευόμενον. 10.43.299 Ὡς δὲ πρὸς τὴν ἀναγωγήν, ἐπεὶ προείρηται ἡμῖν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ παντὸς τοῦ κυρίου σώματος, εἰδέναι χρὴ ὅτι οἱ μαθηταὶ ὑπομνησθέντες διὰ τῶν ἀποτελεσμάτων τῆς, ὅτε ἦσαν ἐν τῷ βίῳ, μὴ ἠκριβωμένης αὐτοῖς γραφῆς, ὑπὸ ὄψιν γινομένης καὶ φανερουμένης τίνων ἐπουρανίων ὑπόδειγμα καὶ σκιὰ ἐτύγχανε, πιστεύουσιν οἷς πρότερον οὐκ ἐπίστευον καὶ τῷ λόγῳ τοῦ Ἰησοῦ, ὃν πρὸ τῆς ἀναστάσεως, ὡς ἐβούλετο ὁ λέγων, οὐ συνίεσαν. 10.43.300 Πῶς γὰρ δύναταί τις πιστεύειν κυρίως λέγεσθαι τῇ γραφῇ τὸν ἐν αὐτῇ τοῦ