συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον, κ. τ. ἑ. Οὐκ εἴρηται συλλυπούμενόν μοι, ἀλλὰ «συλλυπού μενον,» τὸν κλαίοντα μετὰ κλαιόντων· οὐδὲ παρα καλοῦντά με, ἀλλὰ παρακαλοῦντα τὸν δυνάμενον εἰ πεῖν· «Παρακαλοῦμεν τοὺς ἐν θλίψει.» Ἢ τάχα συλλυπεῖται Χριστῷ καὶ παρακαλεῖ αὐτὸν ὁ ἑνὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ ταῦτα ποιῶν, ὡς καὶ ἐπὶ τοῦ «Ἐπείνασα» λέγεται. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, κ. τ. ἑ. Ταῦτα πάντα γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ. Τοῦ αὐτοῦ. Οἶνος τραπεὶς γεννᾷ ὄξος, καὶ ἀρετὴ φθαρεῖσα τίκτει κακίαν. Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς σκάνδα λον, κ. τ. ἑ. Τράπεζα τῶν Ἰουδαίων ἐστὶν ἡ παλαιὰ ∆ιαθήκη, ἐν ᾗ σκανδαλίζονται, τὰ περὶ Χριστοῦ μὴ νοοῦντες. Αὕτη γὰρ κηρύσσει Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν. Τοῦ αὐτοῦ. Μήποτε τράπεζα ἀφ' ἧς ἡ λογικὴ τροφὴ τοῦ λαοῦ ἦν, ὁ νόμος καὶ οἱ προφῆται. Αὕτη ἡ τράπεζα, μὴ νοουμένης τῆς Γραφῆς, γεγένηται τοῖς Ἰουδαίοις εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Οὐ πᾶσι δὲ τοιαύτη ἡ τράπεζα δύναται λέγεσθαι. Ὁ Κύριος σοφία τυγχάνει ὁ λέγων· «∆εῦτε, φάγετε τὸν ἐμὸν ἄρτον·» καὶ ὁ ἄρτος ζωῆς ὁ ἐξ οὐ ρανοῦ καταβὰς, οὗ ἡ σὰρξ ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμα ἀληθής ἐστι πόσις. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν, κ. τ. ἑ. ∆υνατὸν ταῦτα περὶ τοῦ ναοῦ τῶν Ἰου δαίων ἐκλαμβάνειν καὶ περὶ τῆς πόλεως αὐτῶν προ φητευόμενα. 12.1517 Τοῦ αὐτοῦ. Ἠρημώθη μετὰ τὸν σταυρὸν ἡ ἔπαυλις αὐτῶν, ὁ ναὸς καὶ Ἱερουσαλήμ. Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὅτε οἱ ἀνόμως ἁμαρτήσαντες ἀνόμως ἀπολοῦνται, προστίθεται τῇ τῶν ἁμαρτησάντων ἀνομίᾳ ἡ κατὰ τὴν ἀνομίαν αὐτῶν κόλασις. «Ὧ γὰρ μέτρῳ με τρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Τοῦ αὐτοῦ. Πῶς γὰρ δύνανται εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς; Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, κ. τ. ἑ. Βίβλος ζών των ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἐξ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας· «Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Τὸ δὲ ἰδεῖν Θεὸν, τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι. Τοῦ αὐτοῦ. Ἄδικος μετὰ δικαίου γράφεται, ἐὰν ἀπόσχηται τοῦ εἶναι ἄδικος. Ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέ ροντα καὶ ὁπλὰς, κ. τ. ἑ. Τουτέστιν ὑπὲρ τὴν ἄλογον καὶ αἰσθητὸν θυσίαν. Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν, κ. τ. ἑ. Γενώμεθα πένητες, ἵν' ὁ Κύριος ἡμῶν ἐπα κούσῃ. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θά λασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς, κ. τ. ἑ. Τοὺς ἐπουρανίους καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.» Τοῦ αὐτοῦ. Ἆρα τὰ ἑρπυστικὰ ζῶα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆς Ἰουδαίας; Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομού μενα δηλονότι νοητῶς ἐκληφθήτωσαν. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθή σονται αἱ πόλεις τῆς Ἰουδαίας, κ. τ. ἑ. Ψυχὰς λο γικὰς λέγει πόλεις τῆς Ἰουδαίας. ΨΑΛΜΟΣ ΞΘʹ. Αἰσχυνθείησαν, καὶ ἐντραπείησαν οἱ ζητοῦν τες τὴν ψυχήν μου, κ. τ. ἑ. Οἱ ἀόρατοι ἡμῶν πολέμιοι ζητοῦσι τὴν ψυχὴν, ὑποχείριον θέ λοντες λαβεῖν πρὸς κακίαν αὐτὴν προτρεπόμενοι. ΨΑΛΜΟΣ Οʹ. Ὅτι Χριστὸς λέγει τὰ ἐν τῷ ψαλμῷ, δῆλον. Εὔχεται τόπον αὐτῷ ὀχυρὸν εἶναι, τὸν Θεόν. Ὁ λέ 12.1520 γων· «Ἐγὼ ἐν τῷ Πατρὶ,» φησὶ καὶ τό· «Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ γαστρός· ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής·» τὸ μὲν, εἰς ἅμα γενέσει μόνος συνῃσθημένος Θεοῦ, καὶ ἐπερεισάμενος αὐτῷ· τὸ δὲ, διὰ τὴν ἐπὶ τῇ προσκυνήσει τῶν μάγων ἐπιβουλὴν εἰς Χριστὸν, Ἡρῴδου μηδὲν παθόντα τῷ ἐσκεπάσθαι ὑπὸ Θεοῦ ὅτε τὰ ἀπὸ διετοῦς καὶ κατωτέρω ἀνῃρεῖτο παιδία ἐν ὁρίοις Βηθλεέμ. Τίς δὲ καὶ «ὁ προσθεὶς ἐπὶ πᾶσαν τὴν αἴνεσιν» τοῦ Θεοῦ τὴν ἐν νόμῳ καὶ προφήταις ἢ ὁ Υἱός; Οὗτος δὲ, ταλανίζων γραμμα τεῖς, οὐκ ἔγνω τὰς