Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
τίς ἔμελλε τολμήσειν ἐκβαλεῖν τὸ τοῦ Μωάμεθ ὄνομα ἀπὸ τοῦ εὐαγγελίου, εἴπερ εὑρίσκετο ἐν αὐτῷ γεγραμμένον; τὸ μέν, ὅτι μίαν καὶ μόνην λέ ξιν ὁ τολμήσας προσθήσειν ἢ ἐκβαλεῖν οὐ δύναται πλέον ἐκεῖνος ὀνομάζεσθαι χρι στιανός· τὸ δέ, ὅτι εἴπερ καί τις κακός, ὑποθώμεθα, ἐξέβαλέ τινα λέξιν ἀπὸ τοῦ εὐαγ γελίου, ὁ ἕτερος ἅπας κόσμος ἀκολουθήσειν ἔμελλε τῷ τοῦ ἑνὸς ἀτοπήματι; Πάντως οὐχί. Ἀπὸ γοῦν τούτου ἀναφαίνεται, ὅτι οὐκ ἦν γεγραμμένον τὸ ὄνομα τοῦ Μωάμεθ ἐν τῷ εὐαγγελίῳ. Ἢ ὡς καλὸν ἔμελλε μαρτυρήσειν ὁ Χριστὸς ἐκεῖνον ἢ ὡς κακόν· καὶ εἰ μὲν ὡς καλόν, ἔμελλον ἐκδέχεσθαι πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντες οἱ το πάρχαι, πάντες οἱ Χριστιανοὶ τὸν παρὰ Χριστοῦ μαρτυρηθέντα, ἵνα λάβωσι τὴν ἀπὸ τούτου ὠφέλειαν· εἰ δ' ὡς κακόν, πάλιν ἔμελλον ἔχειν τὰ ἐκείνου γνωρίσματα καὶ φυ 500 λάττεσθαι ἐξ αὐτοῦ, ἵνα μὴ βλαβῶσι. Καὶ εἴτε ὡς ἐκδεχόμενοι τὸν καλόν, εἴτε ὡς ἀποστρεφόμενοι τὸν κακόν, οὐδὲν ἔμελλον ἐκβαλεῖν ἅπας ὁ κόσμος ἐκ τοῦ εὐαγγε λίου τὸ τοῦ Μωάμεθ ὄνομα· καὶ ἀπὸ τούτου ἀναφαίνεται, ὅτι οὐκ ἦν γεγραμμένον ἐν τῷ εὐαγγελίῳ τὸ τούτου ὄνομα. Ἔτι οὐδείς ἐστιν ὁ φθονῶν ἑτέρῳ πρὶν τῆς γεν νήσεως αὐτοῦ· τίς γοῦν ἔμελλε φθονήσειν τῷ Μωάμεθ πρὸς τῆς αὐτοῦ γεννήσεως; Πάντως οὐδείς. Εἰ δ' ἴσως ἐφθόνησεν αὐτῷ τις μετὰ τὴν αὐτοῦ γέννησιν, πῶς ἔμελ λον ἀκολοθήσειν ἅπας ὁ κόσμος τῷ πρὸς τὸν Μωάμεθ ἑνὸς φθόνῳ; Καὶ τίς παρά φρων οὕτως, ὥστε λογίσασθαι τοῦτο τὸ ἀδύνατον; Καὶ ἀπὸ τούτου ἀναφαίνεται, ὅτι οὐκ ἦν καταγεγραμμένον τὸ τοῦ Μωάμεθ ὄνομα ἐν τῷ εὐαγγελίῳ. Ἔτι εἰ μὲν ἔλεγον οἱ Ἰσμαηλῖται, ὅτι μόνον ἐν τῷ εὐαγγελίῳ εὑρίσκετο γεγραμμένον τὸ τοῦ Μωάμεθ ὄνο μα καὶ ἐξέβαλον αὐτὸ οἱ Χριστιανοί, καὶ οὕτως ἀρκεταί εἰσιν αἱ ἀποδείξεις, ἃς λέ γομεν, ἵνα φανῇ τὸ ἀληθές, ὅτι οὐδὲν λέγουσιν ἀληθές· ἐπεὶ δὲ λέγουσιν, ὅτι ἐν τῇ Γενέσει τῇ συγγραφείσῃ παρὰ τοῦ Μωϋσέως εὑρίσκετο γεγραμμένον, πῶς ἐξέβαλον ἐκ τοῦ Παλαιοῦ οἱ Ἑβραῖοι; οὐδὲ γὰρ εὑρίσκεται ὅλως ἴχνος σημείου περὶ τοῦ Μωά μεθ. Καὶ ἰδοὺ ὡς οἱ Μουσουλμάνοι λέγουσι, φθονήσαντες οἱ Χριστιανοὶ ἐξέβαλον τὸ ὄνομα ἐκείνου· οἱ δὲ Ἑβραῖοι διὰ τί; Καίτοι γε εἴς τε τὴν περιτομὴν καὶ ἄλλα τι νά, εἰς τροφάς φημι καὶ ἕτερα ἔθιμα, συμφωνοῦσιν οἱ Μουσουλμάνοι μετὰ τῶν Ἑ βραίων. Ἰδοὺ γοῦν καὶ ἀπὸ τούτου ἀναφαίνεται, ὅτι οὔτε ἐν τῷ Παλαιῷ τῷ Μωσαϊκῷ εὑρίσκετο τὸ τοῦ Μωάμεθ ὄνομα οὔτε ἐν τῷ εὐαγγελίῳ. Καὶ ταῦτα μὲν οὕτως, ἵνα καὶ τὸν πάντῃ ἀγνώμονα ἀγάγωμεν εἰς τὴν τῆς ἀληθείας γνῶσιν.
ῃ. Κατὰ τοῦ Μωάμεθ λόγος ἕτεροσ
Ἀσεβὴς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονεῖ, φησὶν ὁ θαυμάσιος
Σολομών. καὶ τίς ἀσεβέστερος τοῦ Μωάμεθ; Ποῖον δὲ βάθος κακῶν, μᾶλλον δὲ σκότος, εἰς ὃ οὐκ ἐνέπεσεν ὁ δύστηνος οὗτος; Καὶ γὰρ μετὰ τῶν ἄλλων πλασμάτων καὶ τεράτων ψευδῶν ἐπλάσατο καὶ τὴν παροῦσαν ἄθεσμον θεωρίαν ἔχουσαν ἐπὶ λέξεως οὕτως ἐν τῷ κεφαλαίῳ Ἰσραήλ· Αἶνος τῷ ποιήσαντι διελθεῖν τὸν δοῦλον αὐτοῦ ἐν μιᾷ νυκτὶ ἀπὸ τοῦ εὐκτηρίου, τοῦ Ἐλαράμ, ὅ ἐστιν οἶκος Μεκκέ, μέχρι τοῦ ποῤῥωτάτου εὐκτη ρίου ὅ ἐστιν οἶκος ἅγιος Ἱερουσαλήμ, ἣν εὐλογήσαμεν. Ὁ Μαχούμετ ἐν μιᾷ τῶν ἡμε-ρῶν, μετὰ τὸ ψάλλειν αὐτὸν τὴν ὥραν αὐτοῦ εἶπε τοῖς ἀνθρώποις· Ὦ ὑμεῖς ἄνθρω ποι, κατανοήσατε· χθὲς μετὰ τὸ διαστῆναί με ὑμῶν, ἦλθε πρός με ὁ Γαβριὴλ μετὰ τὴν ἐσχάτην ἑσπερινὴν ψαλμωδίαν καὶ εἶπέ μοι· Ὦ Μωάμεθ, ἐντέλλεταί σοι ὁ θεὸς ἐπισκέψασθαι αὐτόν· ᾧ εἶπον· καὶ ποῦ αὐτὸν ἐπισκέψομαι; Εἶπεν ὁ Γαβριήλ· ἐν τῷ τόπῳ ὅπου ἐστί· Καὶ ἤγαγέ μοι κτῆνος, μεῖζον μὲν ὄνου, ἔλαττον δὲ ἡμιόνου· καὶ τὸ ὄνομα αὐτοῦ Ἐμπαράκ. Καὶ εἶπέ μοι· Ἀνάβαινε τούτῳ καὶ ἔλαυνε μέχρι τοῦ οἴ-κου τοῦ ἁγίου. Καὶ ὡς ἐφρόντιζον ἀναβαίνειν, ἔφυγε τὸ κτῆνος. Καὶ εἶπεν αὐτῷ· 502 Ἵστασο ἀσφαλῶς· ὁ Μαχούμετ γάρ ἐστιν ὅ σε βουλόμενος ἀναβῆναι. Καὶ ἀπεκρίθη τὸ κτῆνος· Μὴ ὑπὲρ αὐτοῦ ἀπεστάλην; Ἀπεκρίθη ὁ Γαβριήλ·