τεθλιμμένη ἐστὶν, ἡ ἀνάγουσα εἰς τὴν ζωήν. Καί· Πολ λαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς. Ειτά φησιν· Αἱ ἐν τολαί σου, μελέτη μου. 118.145 ̓Εκέκραξα ἐν ολῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. Ινα ἀκριβῶς αὐτὰ νοήσας, σοφὸς ἐν αὐ τοῖς γένωμαι. Πρότερον μὲν, ἐν ολῃ καρδίᾳ μου ἐκέκραξα· δεύτερον δὲ, ἐκέκραξα πρὸς σὲ, καὶ αὐτὸ δὲ ο ἐλάλουν, κατὰ ἡγεμονικὸν, οὐκ αλλο τι ην η ὁ Θεός. ̓Επεὶ ουν σε με γάλως ἐπεκαλεσάμην, διὰ τοῦτό με σῶσον. Η τὸ λαλῆσαι εἰς ωτα Κυρίου, πεφυκότα ἀκούειν ἐν κρυπτῷ, ἀπὸ τῆς ἐν ολῃ καρδίᾳ γίνεται πρὸς αὐτὸν κραυγῆς, ης μάλιστα ἐ πακούει ὁ Θεός. - Τίς ἐκέκραξε πρὸς τὸν Θεόν; ὁ αἰτῶν τὰ μεγάλα καὶ [οὐ] περὶ μι κρῶν ἀξιῶν· δικαιολογεῖται ουν πρὸς τὸν Θεόν· οὐ μικρῶς ἐλάλησα πρὸς σὲ, οὐδὲ διὰ χειλέων καὶ στόματος, ἀλλὰ διὰ τῆς καρδίας, καὶ ταύτης κεκραγυίας μετὰ ἀναστήματος, προσήνεγκά μου τὴν εὐχὴν, ἀξιῶ ουν ἐπα κουσθῆναι, καὶ τὰ δικαιώματά σου ἐκζη τήσω καὶ ἀκριβῶς αὐτὰ νοήσας, σοφὸς ἐν αὐτοῖς γίνομαι. -Οὐχ ἡ κραυγὴ μεγάλη ἐστὶ φωνὴ, ἀλλὰ τὸ μέγεθος τῶν σημαινο μένων ὑπ' αὐτῆς τῷ Θεῷ. ̔Ο γὰρ δίκαιος μεγάλην ἀποτελεῖ πρὸς τὸν Θεὸν φωνὴν, αἰ τῶν ἐπουράνια καὶ μεγάλα. ̔Ο ἐπιμένων ζητεῖν ἐν πᾶσι τοῖς κτίσ μασι καὶ μάλιστα τοῖς λογικοῖς πᾶσι ζώοις, τὸ δίκαιον τῆς προνοίας τοῦ Θεοῦ, ουτος τὰ δικαιώματα ἐκζητεῖ τοῦ Θεοῦ, οιον τὴν αἰ τίαν ὑπεροχῆς λογικῶν τινων παρ' ἑτέρῳ, ω Μονογενὲς, ειτε ἐν τοῖς εθεσιν, ειτε ἐν χαρίσ μασιν, ειτε ἐν διατάξει τοῦ παντὸς, ειτε τῶν ἐν ἀνθρώποις συμπτωμάτων. ̓Αλλὰ καὶ ὁ τὰ ἐν τῇ γραφῇ ὀνομαζόμενα δικαιώματα ἀκ ριβῶς ἐξετάζων, δικαιώματα τοῦ Θεοῦ ἐκ ζητεῖ. Μόνης δὲ δηλοῦται [κραυγὴ] καρδίας ολως πρὸς Θεὸν βοώσης ἐν τῷ· ̓Εκέκραξα ἐν ολῃ καρδίᾳ μου· παρασπᾷ γὰρ τὸ ἐν ολῃ παραλαμβανομένη κραυγὴ καὶ ἡ αἰσθητή. Προτραπῶμεν ἐκ διαθέσεως εἰπεῖν· Τὰ δι καιώματά σου ἐπιζητήσω. 118.147 Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκρα ξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. Καὶ τὸ ῥητὸν ἡμᾶς οἰκοδομησάτω, καὶ ἡ ἀναγωγὴ ὠφελησάτω. Τὸ μὲν ῥητὸν τοῦτον εχει τὸν νοῦν· οὐ περιέμενον τὴν ἡμέραν ἐγγίζουσαν, ινα ευξωμαι πρὸς σέ· ἀλλ' ετι ἀωρίᾳ νύκτωρ ἀνιστάμην, προλαβὼν τὰ ση μεῖα τῆς ἡμέρας, ινα νυκτὸς εὐξάμενός σοι, ἐπιτύχω τῆς τοῦ ἀληθινοῦ φωτὸς εἰς τὴν ψυχήν μου ἀνατολῆς, καὶ πρὸς τῷ ἐλπίζειν, πάλιν ἐπήλπισα, προκόπτων τῇ ἀγάπῃ, ἐπεὶ ἡ ἀγάπη πάντα ἐλπίζει. Οὐ θαυμαστὸν δὲ, αν ὁ πρεσβύτης καὶ μηκέτι ὀχλούμενος ὑπὸ τῶν σωματικῶν ὀρέ ξεων, ἑαυτὸν ἐπιδίδωσιν ἀσκήσει τῆς θεοσε βείας· θαυμαστὸν δὲ αν νέος καταπατῇ τὰ τῆς νεότητος κακὰ καὶ προφθάνῃ ἐν ἀωρίᾳ, βουλόμενος νικῆσαι τὴν νεότητα πρεσβυτικῷ φρονήματι. Τότε γὰρ ειποιμι αν περὶ τού του, οτι πνευματικῶς ἐποίησε τό· Προέφθα σα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐφήλπισα. 118.148 Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ορθρον τοῦ μελετᾶν τὰ λόγιά σου. Βασιλεὺς ων ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυζόμενος, οὐκ ἐν ἡμέρᾳ μό νον προσέφερε τῷ Θεῷ τὰς ἱκετηρίας, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδὰς, ουτως ἐπόθει τὸν πε ποιηκότα Θεὸν, ουτω προθύμως τὴν ἐκεῖθεν ῃτει βοήθειαν. - ̔Ο ἐκ νυκτὸς ὀρθρίζων πρὸς Θεὸν λέγοι αν τοῦτο· προτρεπτικὸν δέ ἐστιν ἐπὶ τὸ εωθεν μελετᾶν τὰ λόγια τοῦ Θεοῦ. Μήποτε δὲ καὶ ὁ λύχνος τοῦ σώματος ἡμῶν ὁ νοῦς, λεγόμενος ὀφθαλμὸς, προφθά νων ὀφείλει ταῖς ἰδίαις ἐνεργείαις τὸν ἀπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης ορθρον, ἐξαιρέ τως ἀνατέλλοντος τοῖς προφθάσασιν αὐτὸν ὀφθαλμοῖς; 118.149 Τῆς φωνῆς μου ακουσον, Κύριε, κατὰ τὸ ελεός σου, κατὰ τὸ κρίμα σου ζῆ σόν με. Εχεις μεθόδους πολλὰς, οπως ζωοποιή σῃς τοὺς ἀναξίους τῆς ζωῆς, κατὰ γοῦν τὸ κρίμα σου καὶ κατὰ τὸ ελεός σου, ζωοποίη σόν με, Κύριε, οὐ γὰρ θαῤῥῶ κατὰ τὴν ἐμὴν πρᾶξιν ἐπακουσθήσεσθαι, Κύριε, ἀλλὰ κατὰ τὸ κρίμα σου, τουτέστιν ὡς ἐὰν συγκρίνῃς περὶ τοῦ ζῆσαί με. 118.151 ̓Εγγὺς ει, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου [αλ. αἱ ἐντολαί σου] ἀλήθεια. ̔Ο Θεὸς ἀλλαχοῦ φησιν· Θεὸς ἐγγίζων ἐγώ εἰμι,