1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

119

ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε," τουτέστι, τὴν κακίαν οὐκ ἐβδελύξατο. Οὕτως ὑποσχόμενος αὐτοῖς τὰ ἀγαθὰ, πάλιν αὐτῶν τὸ φρόνημα ταπεινοῖ, λέγων· λβʹ. Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος· γνωστὸν ἔστω ὑμῖν, οἶκος Ἰσραήλ. Οὐχ ὑμεῖς, φησὶν, ἄξιοι τῶν ἐπηγγελμένων ἀγαθῶν, ἀλλ' ἐγὼ τῇ ἐμῇ φύσει πρέποντα ποιῶ. Εἶτα παραινετικῶς ὁμοῦ καὶ ἐντρεπτικῶς· "Αἰσχύνθητε, καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ἰσραήλ." Μὴ ἀναλγήτως, φησὶ, μηδὲ ἀναισθήτως φέρετε τὰς παντοδαπὰς ὑμῶν τιμωρίας· ἀλλ' ὀψὲ γοῦν ποτε εἰς νοῦν λαβόντες τῶν ὑμετέρων ἐπιτηδευμάτων τὴν πονηρίαν, ἐπὶ τοῖς τετολμημένοις ἐρυθριάσατε. λγʹ, λδʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐν ᾗ ἂν ἡμέρᾳ καθαρίσω ὑμᾶς ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰ κοδομηθήσονται αἱ ἔρημοι. Καὶ ἡ γῆ ἠφανισμένη ἐργασθήσεται, ἀνθ' ὧν ὅτι ἠφανισμένη ἐγένετο κατ' ὀφθαλμοὺς παντὸς διοδεύοντος. Ὅταν, φησὶν, ἄφεσιν ὑμῖν τῶν ἁμαρτημάτων χαρίσωμαι, 81.1188 καὶ καθαροὺς ὑμᾶς ἀποφήνω τῇ συγχωρήσει, τηνι καῦτα καὶ ταῖς πόλεσι τὰς οἰκοδομὰς, καὶ τῇ γῇ τὰς φυτουργίας παρέξομαι, καὶ ἀντὶ τῆς προτέρας ἐρη μίας, ἣν ἅπαντες ἑώρων οἱ παριόντες, οἰκεῖσθαι παρασκευάσω. λεʹ. Καὶ ἐροῦσιν· Ἡ γῆ ἐκείνη ἠφανισμένη ἐγένετο ὡς παράδεισος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι, καὶ ἠφανισμέναι, καὶ κατεσκαμμέναι, ἐν τείχεσιν ὠχυρωμέναι ἐκάθισαν. Ὥσπερ γὰρ, φησὶν, ἅπαντες πάλαι τὴν σὴν ἐρημίαν ἐν τοῖς στό μασι περιέφερον, οὕτω νῦν ἔσῃ πολυθρύλλητος, καὶ θαῦμα παρέξεις πᾶσι, τῆς μὲν ἐρήμου σου γῆς τῷ παραδείσῳ τῆς τρυφῆς εἰκαζομένης, τῶν δὲ ἀοικήτων πόλεων καὶ ἀναστάτων γεγενημένων ὀχυροῖς περιβό λοις τειχιζομένων. λʹ. Καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν κατα λειφθῇ κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδό μησα τὰς κατηρημωμένας, καὶ κατεφύτευσα τὰς ἠφανισμένας· ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιή σω. Μαθήσεται δὲ τὰ ἐκ γειτόνων ἔθνη, ὅτι ἐγὼ καὶ τὰ σκυθρωπὰ πρότερον, καὶ νῦν τὰ θυμήρη παρ έχω, καὶ τῶν εἰρημένων τὸ βέβαιον ἐκ τῆς τοῦ εἰρη κότος ἀξιοπιστίας. "Ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω." ∆εσπότης γὰρ ὢν, καὶ ποιῆσαι δυνάμενος, οἷς εἶπον ἐπιθήσω τὸ πέρας. λζʹ Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιῆσαι αὐ τοῖς. Τὸ ζητηθήσομαι ὁ Σύμμαχος εὑρεθήσομαι ἔφη. Πρὸς ταῖς προτέραις, φησὶν, εὐεργεσίαις, καὶ ταύτην προσθήσω, καὶ τῆς ἀνακλήσεως αὐτοὺς ἀξιώσω. "Καὶ πληθυνῶ αὐτοὺς, ὡς πρόβατα ἅγια." Ἐπειδὴ γὰρ αὐτοὺς δίκην προβάτων ὑπὸ τὴν ἐμὴν ἀφώρισα κηδεμονίαν, ποιμενικῆς αὐτοῖς ἐπιμελείας μεταδώσω. ληʹ. Ὡς πρόβατα Ἱερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλή ρεις προβάτων καὶ ἀνθρώπων, καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος. Καθάπερ γὰρ, φησὶ, πρὸ τῆς γεγε νημένης πολιορκίας ἐπληροῦτο προβάτων ἡ Ἱερου σαλὴμ ἐν ταῖς μεγίσταις αὐτῶν πανηγύρεσιν, οὕτω πάσας αὐτῶν πληρώσω τὰς πόλεις, καὶ ἀνθρώπων, καὶ προβάτων, καὶ τῶν ἄλλων ἀγαθῶν, καὶ δι' αὐτῶν μαθήσονται τῶν πραγμάτων, ὅτι ἐγὼ Κύριός εἰμι καὶ Θεὸς, ἀποκτείνων καὶ ζωοποιῶν, πατάσσων καὶ ἰώμενος. Εἰδότες τοίνυν τοῦ ἡμετέρου ∆εσπότου καὶ τὴν ἀγαθότητα, καὶ τὴν δύναμιν, ἀγαπήσωμεν δι' ἐκείνην, φόβον δὲ λάβωμεν διὰ ταύτην ἵνα καὶ ἀγαπῶντες, καὶ δεδιότες, φύλακες αὐτοῦ γενώμεθα τῶν ἐντολῶν, καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγα θῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶ νας τῶν αἰώνων. Ἀμήν. 81.1189

ΤΟΜΟΣ ΙΕʹ. ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ. αʹ. Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. Πάλιν χεῖρα τὴν θείαν ἐνέργειαν

ἀποκαλεῖ. "Καὶ ἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου·"