120
εἰς Θεὸν τῆς σωτηρίας ἐκείνου εὐχαριστίας, καί· «Τῷ Θεῷ χάρις, ἔλεγεν, ὅτι σέσωσαι καὶ χερσὶν οὐ παραδέδοσαι τῶν τὴν σὴν ψυχὴν ζητούντων ἐχθρῶν. Τί δαὶ τὰ παρ' ἐμοῦ σοι τότε λεγόμενα; Ἦ οὐ μέμνῃ ὡς τὴν ἐκστρατείαν ἐκώλυον, ὡς οὐ συνοίσουσαν ἄντικρυς; Οὐ 315 τοὺς ἐμφυλίους πολέμους ἀπέλεγον μὴ ζητεῖν; Καὶ τί γε ἄλλο ἢ σὲ καὶ τὰς σὰς δυνάμεις εἰς μάχην τῷ δεσπότῃ Μιχαὴλ ἰέναι καὶ τοῖς ἐκείνου στρα τεύμασιν; Οὐχ ἅμα σὺ μὲν τῷ Χριστοῦ ἐνεσημάνθης ὀνόματι κἀκεῖνος λάτρης Χριστοῦ; Τίσιν εὐκτέον, ἔλεγον τότε, ποιοῦντας τὰς εἰς Θεὸν ἱκεσίας, καὶ κατὰ τίνων ὁμιλητέον Θεῷ ὡς ἐκσπόνδων ἐχθρῶν; Αἱ ὑπὲρ ὑμῶν εὐχαὶ καὶ ὑπὲρ ἐκείνων πάντως, ἐπειδήπερ καὶ μιᾶς μάνδρας ἐστὲ τοῦ Χριστοῦ. Νῦν δέ, ἀλλ' εὐλογητὸς Κύριος ὁ ῥυσάμενός σε ἐξ ἐχθρῶν ἀνόμων· ἐπέσεισε γάρ σοι σφέας, ἐφ' ᾧπερ ἀναμνῆσαι ὡς οὓς μὲν ὡς ἐχθροὺς ἐζήτεις, οὐκ ἐχθραντέοι πάντως δικαίως. Ὅρα δὲ τοὺς ἐχθρούς, εἰ βούλει, οἷς οὐκ ἂν ὁμόσε χωρήσαις, ἢν μὴ 'γὼ θέλοιμι. Ἔδειξε τοίνυν καὶ τοὺς ἐχθροὺς καί, φοβήσας μόνον, μεταβαλὼν ἐρρύσατο· οὕτως οἶδε Κύριος κρίματα ποιῶν.» Ταῦτα τοῦ πατριάρχου λέγοντος, εὐμενῶς ὁ κρατῶν ἐδέχετο τὰς ἐλέγξεις καὶ προσεπῄνει· ἀντιλέγειν γὰρ ὡς δικαίοις οὐκ εἶχεν, ἀλλ' ἐπῆγεν ὡς δῆθεν ἀπολογούμενος ὡς καὶ εἰρήνην μᾶλλον τὰ τῆς ὁδοῦ κατηντήκεσαν καὶ ὡς κῆδος μεσολαβῆσαν τὰς εἰσαῦθις σπονδὰς ἐβεβαίωσεν. Ὁ μὲν οὖν βασιλεύς, οὕτως εἰπώνοὐ γὰρ ὁ καιρὸς ἐδίδου καὶ πλείονα λέγειν, ἀποπεμφθεὶς ταῖς εὐχαῖς, ἐχώρει πρὸς τὸ παλάτιον, τὰ δὲ περὶ τοῦ κήδους οὕτως ἦσαν.
κζʹ. Κῆδος ἐπί τε τῇ θυγατρὶ τῆς Εὐλογίας Ἄννῃ καὶ Νικηφόρῳ δεσπότῃ, υἱῷ τοῦ δεσπότου Μιχαήλ. Ἐπειδὴ γὰρ πολλάκις ἀποστείλας ὁ βασιλεὺς καὶ τὰς δυνάμεις προσβαλὼν ἀπεκρούετοἐχρᾶτο γὰρ καὶ ὁ Μιχαὴλ τῷ Ἰταλικῷ εἰς βοήθειαν καί, καρτερῶς κρατυνάμενος τὰς δυνάμεις, ἀντεῖχε, καὶ οὐδὲν ὁ ἐπιὼν ἤνυε, μᾶλλον μὲν οὖν καὶ προσεζημιοῦτο ταῖς ἐν κενοῖς ἀσχολίαις, μόλις μετὰ τὴν πολλὴν πεῖραν, ἱκετεύσαντος τοῦ δεσπότου καὶ πρεσβείαις συχναῖς ἐκμειλι ξαμένου τὸν αὐτοκράτορα, πρὸς εἰρήνην καὶ οὗτος ἀπέκλινε. Καὶ ἐπεὶ παῖδες ἦσαν τῷ Μιχαὴλ τρεῖς μὲν γνήσιοι, ὧν ὁ μὲν Ἰωάννης ἀνὰ χεῖρας ἦν τοῦ κρατοῦντος, πεμφθεὶς μὲν πρὸς πατρός, δοθεὶς δὲ παρὰ μητρὸς ἡκούσης εἰς ὅμηρον, ὃν καὶ γαμβρὸν τοῦ σεβαστοκράτορος Τορνικίου ὁ λόγος προϋπεδείκνυ, δύο δὲ παρὰ τῷ πατρί, Νικηφόρος τε καὶ ∆ημήτριος, ἕτερος δ' ἐκ νοθείας ὁ Ἰωάννης. Καὶ ὁ μὲν ∆ημήτριος ἀντίπαις ἦν ἔτι καὶ ἐν ἀπραγμοσύνῃ ζῶν διετέλει, ὁ δέ γε Νικηφόρος κεχήρωτο γυναικόςἡ γὰρ 317 θυγάτηρ τοῦ βασιλέως Λάσκαρι ἐτεθνήκει· τούτῳ ἐγνώκεσαν καὶ ἀμφό τεροι τὴν τρίτην τῶν τῆς Εὐλογίας θυγατέρων Ἄνναν ἐκδοθῆναι πρὸς γάμον, δεσπότῃ γε ὄντι, ἐκ τοῦ προτέρου κήδους παρὰ τοῦ προβεβασιλευκότος Ἰωάννου ἔχοντι τὸ ἀξίωμα. Καὶ δὴ μετὰ πολλῆς δορυφορίας ἀποστείλας τὴν Ἄνναν, τοὺς γάμους ἐτέλει· εἶτα καὶ τὸν Νικηφόρον εἰς ἑαυτὸν συγκαλέσας κατὰ τὴν Κωνσταντίνου, κρατύνει μὲν τὸ ἀξίωμα καί, τιμαῖς μεγαλύνας καὶ δώροις ἀγήλας, πρὸς τὰ οἰκεῖα ἐκπέμπει. Καὶ οὕτως τὰ κατὰ δύσιν καταστήσας, τὰ τῆς ἀνατολῆς πονοῦντα προσ ανεκτᾶτο, καὶ ἄλλους μὲν πλείστους προσαποστέλλων, ἐξαιρέτως δὲ τὸν δεσπότην Ἰωάννην, ᾧ δὴ ἐπεθάρρει αὐτάρκη τὴν τῶν κακουμένων ἐπικου ρίαν· ταῖς γὰρ ἀληθείαις, ἀσχολουμένου τοῦ βασιλέως τοῖς δυτικοῖς, ὡς δῆθεν ἀνακαλουμένου τῇ βασιλείᾳ τὸ λεῖπον, ἠσθένει τὰ καθ' ἕω διχόθεν, τῷ τε τὰς ἐκεῖ δυνάμεις πρὸς τὴν δύσιν ἐκπέμπεσθαι καὶ τῷ καταμελεῖσθαι μακρόθεν. Ἀλλὰ ταῦτα μέν, τῶν δυτικῶν ἡσυχασάντων, πέμπων ὁ βασιλεὺς ὡς οἷόν τε ἀνεκτᾶτο καὶ πρὸς τὸ πρότερον ἐπανῆγεν· οὐ γὰρ ἦν, οὐκ ἦν, τοῦ δεσπότου φανέντος ἐκεῖσε, τοὺς Πέρσας μὴ ἠρεμεῖν, ἢ μᾶλλον καὶ μὴ σὺν φόβῳ πλείονι ἀναστέλλεσθαι. κηʹ. Περὶ τοῦ φημισθέντος ψεύδους διὰ Τοχάρων ἐπιδρομὴν κατὰ Νίκαιαν. Τοῦ δ' αὐτοῦ ἔτους, μηνὸς κρονίου, τῶν θείων ἡμερῶν τῆς νηστείας τελουμένης, ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος δευτέρᾳ, συνέβη τῇ Νικαίᾳ ἐκ παραδόξου τε καὶ ἐξαίφνης πρᾶγμα