ἑορτή· ἐνθάδε δὲ ὁ Ἰησοῦς ἀναγέ γραπται εἶναι ἐν τῇ ἑορτῇ· ἐν τοῖς Ἱεροσολύμοις γὰρ τυγχά νων ἐν πάσχα καὶ ἑορτῇ ἦν, πολλῶν πιστευόντων κἂν εἰς τὸ ὄνομα αὐτοῦ. 10.44.311 Καὶ παρατηρητέον γε ὅτι πολλοὶ οὐκ «εἰς αὐτόν», ἀλλ' «εἰς τὸ ὄνομα αὐτοῦ» πιστεύειν λέγονται. Οἱ δὲ εἰς αὐτὸν πιστεύοντες οἱ τὴν στενὴν καὶ τεθλιμμένην εἰσὶν ὁδεύοντες, ἀπάγουσαν εἰς τὴν ζωήν, ὅσον ὑπὸ τῶν ὀλίγων εὑρισκομένην. 10.44.312 ∆υνατὸν μέντοι γε πολλοὺς τῶν εἰς τὸ ὄνομα αὐτοῦ πιστευόντων ἀνακλιθῆναι μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐπεὶ «πολλοὶ ἀπ' ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν», τυγχανούσῃ οἰκίᾳ τοῦ πατρός, ἐν ᾗ πολλαὶ μοναί εἰσιν. 10.44.313 Καὶ τοῦτο δὲ τηρητέον, ὅτι πολλοὶ πιστεύοντες εἰς τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς Ἀνδρέας καὶ Πέτρος καὶ Ναθαναὴλ καὶ Φίλιππος πιστεύουσιν, ἀλλὰ τῇ μαρτυρίᾳ Ἰωάννου πεί θονται λέγοντος· «Ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ», ἢ τῷ ὑπ' Ἀνδρέου εὑρεθέντι Χριστῷ, ἢ τῷ εἰπόντι τῷ Φιλίππῳ Ἰησοῦ· «Ἀκολούθει μοι», ἢ τῷ φάσκοντι Φιλίππῳ· «Ὃν ἔγραψεν Μωσῆς καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφτὸν ἀπὸ Ναζαρέτ.» 10.44.314 Οὗτοι δὲ «ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει»· καὶ <κατὰ> σημεῖα πιστεύουσιν οὐκ εἰς αὐτὸν ἀλλ' εἰς τὸ ὄνομα αὐτοῦ, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, πάντας γινώ σκων, καὶ μὴ χρείαν ἔχων ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου, τῷ γινώσκειν τί ἐστιν ἐν ἑκάστῳ τῶν ἀνθρώπων. 10.45.315 Τῷ δὲ «Οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυ ρήσῃ περὶ ἀνθρώπου» εὐκαίρως χρηστέον εἰς παράστασιν τοῦ υἱοῦ τοῦ θεοῦ ἀφ' ἑαυτοῦ δυναμένου θεωρεῖν περὶ ἑκάστου τῶν ἀνθρώπων, καὶ μηδαμῶς μαρτυρίου δεῖσθαι τοῦ ἀπό τινος. 10.45.316 Τὸ δὲ «Οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου» ἀντιδιασταλτέον πρὸς τὸ «Οὐ χρείαν ἔχει ἵνα τις μαρτυρήσῃ περί τινος». Εἰ μὲν γὰρ τὸ «ἀνθρώπου» λαμβάνοιμεν ἐπὶ παντὸς τοῦ κατ' εἰκόνα θεοῦ ἢ παντὸς λογικοῦ, οὐ χρείαν ἕξει ἵνα τις μαρτυρήσῃ περὶ αὐτοῦ, περὶ οὗ δήποτε τῶν λογικῶν, ἀφ' ἑαυτοῦ γινώσκων τοὺς πάντας κατὰ τὴν δεδομένην αὐτῷ δύναμιν ἀπὸ τοῦ πατρός. 10.45.317 Εἰ δὲ τὸ «ἀνθρώπου» τηρήσαιμεν ἐπὶ τοῦ θνητοῦ λογικοῦ ζῴου μόνου, ὁ μέν τις ἐρεῖ χρείαν ἔχειν αὐτόν, ἵνα τις μαρτυρήσῃ περὶ τῶν ὑπὲρ τὸν ἄνθρωπον, οὐδὲ ἀρκοῦντα ὁμοίως τοῖς ἀνθρωπίνοις γινώσκειν καὶ τὰ περὶ ἐκείνων. 10.45.318 Ἄλλος δέ τις φήσει τὸν κενώσαντα ἑαυτὸν μὴ χρείαν ἔχειν ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου, χρείαν δὲ ἔχειν περὶ τῶν κρειττό νων ἢ κατὰ ἄνθρωπον. 10.46.319 Καὶ τοῦτο δὲ ζητητέον, πόσα σημεῖα αὐτοῦ θεωροῦντες οἱ πολλοὶ ἐπίστευον εἰς αὐτόν· οὐ γὰρ ἀναγέ γραπται σημεῖα πεποιηκέναι ἐν Ἱεροσολύμοις, εἰ μὴ ἄρα γεγένηται μὲν σημεῖα, οὐκ ἀναγέγραπται δέ· σκόπει δὲ εἰ δυνατὸν εἰς σημεῖα λογισθῆναι τὸ πεποιηκέναι φραγέλλιον ἐκ σχοινίων, καὶ πάντας ἐκβεβληκέναι τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν τὰ κέρματα ἐκκεχυκέναι, καὶ τὰς τραπέζας ἀνατετραφέναι. 10.46.320 Πρὸς μέντοι γε τοὺς ὑπονοήσαντας ἂν περὶ μόνων ἀνθρώπων μὴ χρείαν ἔχειν αὐτὸν μαρτύρων, λεκτέον ὅτι δύο αὐτῷ ὁ εὐαγγελιστὴς μεμαρτύρηκε, τό τε γινώσκειν πάντας, καὶ τὸ μὴ χρείαν ἔχειν, ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου. 10.46.321 Εἰ γὰρ πάντας ἐγίνωσκεν, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ τὰ ὑπὲρ τὸν ἄνθρωπον ἐγίνωσκεν, καὶ πάντας τοὺς ἔξω τοιού των σωμάτων· ἐγίνωσκέν τε τί ἦν ἐν τῷ ἀνθρώπῳ, ἅτε μείζων τυγχάνων τῶν ἐν τῷ προφητεύειν ἐλεγχόντων καὶ κρινόντων, καὶ τὰ κρυπτὰ τῆς καρδίας εἰς φανερὸν ἀγόντων πάντων ὧν τὸ πνεῦμα ὑποβάλλει αὐτοῖς. ∆ύναται δὲ τὸ «Ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ» λαμβά νεσθαι καὶ ἐπὶ τῶν ἐνεργουσῶν δυνάμεων χειρόνων ἢ κρειττό νων ἐν ἀνθρώποις. 10.46.322 Εἰ μὲν γὰρ δίδωσίν τις «τόπον τῷ διαβόλῳ», εἰσέρχεται εἰς αὐτὸν ὁ σατανᾶς, ὥσπερ ἔδωκεν Ἰούδας, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα παραδῷ τὸν Ἰησοῦν· διὸ καὶ «μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς». 10.46.323 Εἰ δὲ δίδωσιν