καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, λέγει Κύ ριος. ̔Η δύναμις γὰρ τοῦ Θεοῦ πανταχῇ ἐσ τι κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. Καὶ μετ' ὀλίγα. Αὐτὸς μὲν ουν ἐγγίζει ου τως· ἀλλ' ἐὰν μὴ καὶ ἡμεῖς ἐνεργήσωμεν, αὐτοῦ ἐγγίζοντος, τὸ ἐγγίζειν αὐτῷ, οὐκ ἀ πολαύσομεν τῆς ἐγγύτητος αὐτοῦ· διὰ τοῦτο πόῤῥω εἰσὶν οἱ ἁμαρτωλοὶ τοῦ Θεοῦ· ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. ̔Ο δὲ δίκαιος ἐνεργεῖ τὸ ἐγγίζειν τῷ Θεῷ. Καὶ μετ' ὀλίγα. ̓Εγγὺς ει, Κύριε, καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ὁ σωματικὸς ̓Ιουδαῖος οὐ δύναται ἀληθεύων ταῦτα λέγειν· τύπον γὰρ ποιεῖ, περιτέμνεται, οὐ τὴν ἀλη θινὴν περιτομήν· αζυμα αγει, οὐ τὰ ἀληθῆ, καὶ ἁπλῶς εἰπεῖν, ἐν τύποις ἀσχολεῖται, καίτοιγε οὐκέτι αὐτοὺς εχων. ̔Ο μέντοι γε νοῶν τὰ πράγματα καὶ μυστήρια τῆς βασι λείας τῶν οὐρανῶν, καὶ τίς ἡ ἀλήθεια, περὶ ἑκάστου τῶν γεγραμμένων ἐρεῖ· Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια. - ̔Ετέρα δὲ γραφὴ ωδε εχει· Καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, δηλονότι αἱ πρὸς αὐτὸν φέρουσαι· τέλος γὰρ πασῶν τῶν ὁδῶν τούτων, ὁ εἰπών· ̓Εγώ εἰ μι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια. 118.152 Κατ' ἀρχὰς εγνων ἐκ τῶν μαρτυ ρίων σου, οτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. Τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. Πό σοι κατὰ τὴν ἡμέραν τῆς κρίσεως εὑρεθή σονται ἐν τῷ κρυπτῷ πολλάκις ἀρνησάμε νοι, καν ὑπ' ἀνθρώπων μὴ γένωνται ἀποσυ νάγωγοι· τὰ γὰρ κρυπτὰ τῷ Κυρίῳ τῷ Θεῷ ἡμῶν, τάδε φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν. 118.153 Ιδε τὴν ταπείνωσίν μου, καὶ ἐ ξελοῦ με, οτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Καλεῖ ὁ προφήτης τὸν Θεὸν, ὡς ἐν πει ρασμοῖς γενόμενος, καὶ νενικηκὼς, καὶ προσ καλεῖται αὐτοῦ τοὺς ὀφθαλμοὺς θεωρεῖν ἐπὶ τῷ πεπαλαικέναι καλῶς καὶ νενικηκέναι. Οὐ παντὸς δὲ εστιν εἰπεῖν· Οτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην, ἀλλὰ τοῦ νοήσαντος τὸν νόμον, καὶ ἀεὶ τηρήσαντος αὐτὸν, καὶ παρα καλοῦντος τὸν Θεὸν ἐπὶ τὴν θέαν τῆς ἐπαι νετῆς ἐν τῇ ψυχῇ ἑαυτοῦ ταπεινότητος. ̓Α κριβέστερον δὲ νοήσεις τίνα τρόπον ὁ πειρα ζόμενος λέγει τῷ Θεῷ· Ιδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με τοῦτον τὸν τρόπον, ὡσεὶ ἐν μαρτυρίῳ τις γένοιτο, καὶ ταπεινωθείη διαφόρως αἰκιζόμενος καὶ μαστιζόμενος, πάντων αὐτὸν καὶ τὴν αὐτοῦ πίστιν χλευα ζόντων καὶ καταδικαζόντων· ἐκεῖνος γὰρ λεγέτω κατ' ἐκείνου καιροῦ τῷ Θεῷ, εἰ μαρ τυρεῖ, εἰ ὑπομένει· Ιδε ταπείνωσίν μου, καὶ ἐξελοῦ με, οτι τοῦ νόμου σου οὐκ ἐπελαθό μην. Εκαστος τῶν κρινόντων, μάλιστα ἐν ἐκ κλησίᾳ Θεοῦ, προσεχέτω, μήποτε ἀδίκως κρίνας κατά τινα, κατεντευχθῇ ὑπὸ τοῦ ἀ δίκως κριθέντος δικαίου, λέγοντος τῷ Θεῷ· Κρίνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με. Οὐ ταὐτὸν δέ ἐστιν τό· Κρίνον με, τῷ· Κρί νον τὴν κρίσιν μου. Εκαστος δὲ τῶν εὐχομέ νων διὰ τί θέλει ζῆν; ̔Ο μὲν φαῦλος, δι' ἡ δονὴν, ινα αὐτῆς ἀπολαύῃ· ὁ δὲ δίκαιος, διὰ δικαιοσύνην. 118.155,156 Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, οτι τὰ δικαιώματά σου οὐκ ἐξεζή τησαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κα τὰ τὸ κρῖμά σου ζῆσόν με. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία. ∆ιὰ τί; οτι τὰ δικαιώματα τοῦ Θεοῦ οὐκ ἐξεζή τησαν. Ει τις γὰρ τὰ δικαιώματα αὐτοῦ οὐκ ἐκζητεῖ, τούτου μακράν ἐστιν ἡ σωτηρία, δηλονότι ὁ Θεός. -Εἰ καὶ μακράν ἐστιν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία, ἀλλὰ πολλοί εἰσιν οἱ οἰκτιρμοὶ Κυρίου, ὡς τοὺς μακρὰν ἐγγὺς γενέσθαι δύνασθαι. 118.157 Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξ έκλινα. Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χρισ τῷ διωχθήσονται. Μὴ πάντως δὲ τοὺς διωγ μοὺς τοὺς εξωθεν προσδοκᾷ, ἀλλὰ διωγμοὶ ἀεὶ τῷ δικαίῳ γίνονται, εξωθεν μάχαι, εσω θεν φόβοι. ∆ιώκουσιν αἱ δυνάμεις αἱ ἀντικεί μεναι, κινοῦσαι πρὸς ἁμαρτίαν, διὰ οἰκείων, διὰ γυναικὸς μαχίμου τε καὶ γλωσσώδους, δι' οἰκέτου ἀτάκτου, δι' ἑτέρων πολλῶν, δι' αὐτῶν τῶν ἁμαρτημάτων· καὶ ἐὰν μὴ ἀγω νίσωμαι ὁμολογῆσαι τῷ Θεῷ διὰ τῆς σωφρο σύνης καὶ τῶν λοιπῶν ἀρετῶν, ἀρνησίθεος γίνομαι, ωσπερ καὶ γεγόνασί τινες μάρτυ ρες. Ουτω τοσαυτάκις τις γίνεται [δίκαιος]· ὁσάκις γὰρ αν ἐξιχνιάζῃ τις τῶν μαρτύ ρων τὰ ἀγωνίσματα, σκοπῷ τῆς ὁμοίας ἀ θλήσεως, ουτος τοσαυτάκις