σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κ. τ. ἑ. Βασιλεὺς Χριστὸς, βασιλέως Θεοῦ Υἱός· διὸ δὴ αὐτὸς βασιλεύει, ἕως πάντες οἱ ἐχθροὶ ὑποταγῶσιν αὐτῷ. Εἶτα παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει, κ. τ. ἑ. Οὐ πάντες οἱ πτωχοὶ τοῦ Θεοῦ εἰσιν, ἀλλ' οἱ διὰ τὸ παρεῖναι τῷ Ἰησοῦ μακαριζόμενοι ὑπ' αὐτοῦ. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην, κ. τ. ἑ. «Μακάριοι γὰρ οἱ εἰρηνοποιοί.» Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάν την, κ. τ. ἑ. Εἰ ὁ πιστεύων οὐ κρίνεται, μήποτε ὁ μὲν ἐν παντὶ πλουτῶν λόγῳ καὶ γνώσει, καὶ πλου τῶν ἐν ἔργοις ἀγαθοῖς καὶ θησαυρίσας, «οὗ λύτρον ἐστὶ τῆς ψυχῆς ὁ ἴδιος πλοῦτος,» οὐ κρίνεται· ὁ δὲ πτωχεύων τὸ ἀπὸ τοῦ λαοῦ κρίνεται· οὔτε κατορθώ σας ἐπὶ τοσοῦτον τὴν πίστιν, ὡς τυχεῖν τοῦ, «Ὅτι ὁ πιστεύων εἰς ἐμὲ οὐ κρίνεται·» οὔτε ὡς ἀποπεσὼν, ὡς ἐν ἐκείνοις εἶναι περὶ ὧν εἴρηται· «Ὁ μὴ πιστεύων ἤδη κέκριται.» Ἀκούω δὲ τοῦ «ὁ μὴ πιστεύων,» ἀντὶ τοῦ, «ὁ ἀπιστῶν.» Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, κ. τ. ἑ. Ὡς ὑετὸς μὲν ἐπὶ τὰ ἔθνη, ὡς σταγόνες ἐπὶ τὸν Ἰσραήλ. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σε λήνη, κ. τ. ἑ. Ἀντὶ τοῦ, μέχρι τῆς συντελείας. Σελήνης γὰρ ἀναιρουμένης, ἀναιρεῖται χρόνος· χρό νου δὲ ἀναιρεθέντος, τέλος ἕξει ὁ αἰσθητὸς κόσμος. ∆ύναται δὲ σελήνην λέγειν καὶ τὴν ἀντικειμένην δύναμιν, ὡς ἄρχουσαν τῆς νυκτός. Ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρ σὶς καὶ αἱ νῆσοι, κ. τ. ἑ. ∆ιαφορὰν οἶμαι δη λοῦσθαι ἐν τούτοις τῶν τῷ Χριστῷ προσιόντων. Τοῦ αὐτοῦ. Θαρσεῖς ἔθνος Αἰθιοπικόν ἐστιν. Ἔτι τὸ Θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑακίνθινον. ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· «Ὁμοίωμα αὐτῶν ὡς Θαρσεῖς.» Σημαίνει δὲ παρὰ τῷ Ἰωνᾷ καὶ Ταρσὸν τὴν πόλιν. Σαβὰ δὲ πόλις τῆς Ἰνδίας, ἀφ' ἧς ἦλθεν ἡ βασίλισσα νότου πρὸς Σαλομῶντα. Θαρσεῖς δὲ ἑρμη νεύεται κατάσκοποι, κατασκοπὴ εὐφροσύνης καὶ χαρᾶς. Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, κ. τ. ἑ. Εἰ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, δουλεύσουσι πάντως καὶ τὰ τοὺς πολέμους ἔχοντα. Εἰ δὲ τοῦτο, πᾶσα ἄρα φύσις λογικὴ δουλεύσει τῷ Χριστῷ· καὶ τοῦτό ἐστι τὸ παρὰ τῷ Παύλῳ εἰρημένον, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ. 12.1525 Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυ σίου τῆς Ἀραβίας, κ. τ. ἑ. Ζῇ Χριστὸς ἐν τοῖς δεχομένοις αὐτόν· «Ζῶ» γὰρ, φησὶν, «οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Ἕτερος δέ φησι περὶ Σολομῶν τος ὅτι καὶ Ἄραβες καὶ οἱ προσεχεῖς ἐπιχώριοι φόρον αὐτῷ τελοῦσιν. Καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτὸν, κ. τ. ἑ. Λέγον τες· «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν τὸ καθ' ἡμέραν.» Τοῦ αὐτοῦ. Μαθόντες οἱ ἅγιοι, ὡς οὐδεὶς τῶν γεννητῶν λυτρώσεται τοὺς ἀνθρώπους ἐκ τῆς κατε χούσης κακοπραγίας, περὶ τοῦ δυναμένου ῥύσασθαι ἐκ χειρὸς δυνάστου συνεχῶς εὐχὴν τῷ Πατρὶ ἀνέ πεμπον. Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, κ. τ. ἑ. Λίβανον λέγει πολλαχοῦ τὸ ὄρος καὶ τὸν ναὸν, καὶ τοὺς υἱοὺς Ἰσραήλ. Τοῦ αὐτοῦ. Καρπὸς Χριστοῦ τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰσραὴλ, ὃν τροπικῶς Λίβανον καλεῖ. Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν, κ. τ. ἑ. Ὁ Παῦλός φησιν· «Ὁ μακάριος καὶ μόνος δυνάστης.» ΨΑΛΜΟΣ ΟΒʹ. Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ, τοῖς εὐθέσι καρδίᾳ, κ. τ. ἑ. Εἰς τὸ ἐφ' ἑαυτῷ πᾶσιν ἀγαθός ἐστιν ὁ Θεός· «Σωτὴρ» γάρ «ἐστι πάντων ἀνθρώ πων, μάλιστα πιστῶν.» Μήποτε δὲ τὸ γεγραμμένον ἴσον δύναται τῷ, Θεωρεῖται τοῖς εὐθέσι τῇ καρδίᾳ ᾗ ἀγαθός ἐστιν ὁ Θεός. Πῶς γὰρ οὐχὶ καὶ τοῖς κακῶς ἔχουσιν ἀγαθός ἐστιν ὁ ἰατρὸς, οὗ χρῄζουσιν; Ὅτι ἐζήλωσα ἐν τοῖς ἀνόμοις, εἰρήνην ἁμαρ τωλῶν θεωρῶν, κ. τ. ἑ. Εἰρήνην νῦν τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν. Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, κ. τ. ἑ. Ἀνάνευσιν λέγει τὴν μνήμην τοῦ θανά του· ὅθεν ὁ Σύμμαχος, «Ὅτι οὐκ ἐνεθυμοῦντο περὶ τοῦ θανάτου ἑαυτῶν,» πεποίηκεν. Περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν, κ. τ. ἑ. Ἡ μὲν ἀδικία ἐν τῷ