ἀλλὰ καὶ τῶν περὶ Σινωνίδα καὶ Ῥοδάνην, Λευκίππην τε καὶ Κλειτοφῶντα, καὶ Χαρίκλειαν καὶ Θεαγένην, τῶν τε περὶ αὐτοὺς πλασμάτων καὶ τῆς πλάνης ἐρώτων τε καὶ ἁρπαγῆς καὶ κινδύνων ἡ ∆ερκυλλὶς καὶ Κήρυλλος καὶ Θρουσκανὸς καὶ ∆εινίας ἐοίκασι παράδειγμα γεγονέναι. Τὸν χρόνον 166.112α δέ, καθ' ὃν ἤκμασεν ὁ τῶν τηλικούτων πλασμάτων πατὴρ ∆ιογένης ὁ Ἀντώνιος, οὔπω τι σαφὲς ἔχομεν λέγειν, πλὴν ἔστιν ὑπολογίσασθαι ὡς οὐ λίαν πόρρω τῶν χρόνων τοῦ βασιλέως Ἀλεξάνδρου. Μνημονεύει δ' οὗτος ἀρχαιοτέρου τινὸς Ἀντιφάνους, ὅν φησι περὶ τοιαῦτά τινα τερατολογήματα κατεσχολακέναι. Ἔστι δὲ ἐν αὐτοῖς καὶ μάλιστα, ὡς ἐν τηλικούτοις πλάσμασί τε καὶ μυθεύμασι, δύο τινὰ θηράσαι χρησιμώτατα· ἓν μὲν ὅτι τὸν ἀδικήσαντά τι, κἂν μυριάκις ἐκφυγεῖν δόξῃ, εἰσάγει πάντως δίκην δεδωκέναι, καὶ δεύτερον ὅτι πολλοὺς ἀναιτίους ἐγγὺς μεγάλου γεγονότας κινδύνου, παρ' ἐλπίδας δείκνυσι πολλάκις διασωθέντας. Ἀνεγνώσθη Ἰωάννου Στοβαίου ἐκλογῶν, ἀποφθεγμάτων, ὑποθηκῶν, βιβλία τέσσαρα ἐν τεύχεσι δυσί. Προσφωνεῖ δὲ ταῦτα, δι' ὃν καὶ τὴν συνάθροισιν φιλοπονῆσαι λέγει, Σεπτιμίῳ ἰδίῳ υἱῷ. Ἡ δὲ συναγωγὴ αὐτῷ ἔκ τε ποιητῶν καὶ ῥητόρων καὶ τῶν κατὰ τὰς πολιτείας λαμπρῶς βεβιωκότων ἐγένετο, ὧν (ὡς καὶ αὐτός φησι) τῶν μὲν τὰς ἐκλογὰς τῶν δὲ τὰ ἀποφθέγματα καί τινων ὑποθήκας συλλεξάμενος, ἐπὶ τῷ ῥυθμίσαι καὶ βελτιῶσαι τῷ παιδὶ τὴν φύσιν ἀμαυρότερον ἔχουσαν πρὸς τὴν τῶν ἀναγνωσμάτων μνήμην, στείλειεν. Ἔστι δὲ αὐτῷ τὸ μὲν αʹ βιβλίον φυσικόν, τοῦ δὲ βʹ τὸ μέν τι κατ' ἀρχὰς μέρος λογικόν, τὸ δὲ λοιπὸν καὶ πλεῖστον ἠθικόν· καὶ τὸ γʹ δὲ καὶ δʹ, πλὴν ὀλιγίστων, ἠθικὰ καὶ πολιτικά. Καὶ γὰρ τὸ μὲν αʹ ἔχει μὲν κεφάλαια ξʹ, οἷς καὶ τὰς τῶν παλαιῶν ἁρμόζει χρήσεις καὶ χρείας. Ταῦτα δέ εἰσι μετὰ τὸ περὶ Θεοῦ διαλαβεῖν, ὅτι δη μιουργὸς τῶν ὄντων καὶ διέπει τὸ ὅλον τῷ τῆς προνοίας λόγῳ, δεύτερον περὶ τῶν νομιζόντων μὴ εἶναι πρόνοιαν καὶ ἑπομένας ταύτῃ θείας ἐπὶ τῇ τοῦ παντὸς διοικήσει δυνάμεις. Εἶτα περὶ δίκης παρὰ τοῦ Θεοῦ τεταγμένης ἐποπτεύειν τὰ γινόμενα ὑπὸ τῶν ἀνθρώπων, τιμωρὸν οὖσαν τῶν ἁμαρτανόντων, καὶ περὶ ἀνάγκης θείας, καθ' ἣν ἀπαραιτήτως τὰ κατὰ τὴν τοῦ Θεοῦ γίνεται βούλησιν· περί τε εἱμαρμένης καὶ τῆς τῶν γινομένων εὐταξίας· περί τε τύχης ἢ ταὐτομάτου, καὶ ὅτι ἀλόγιστος ἡ φορὰ τῆς τύχης· περί τε χρόνου οὐσίας καὶ μερῶν, καὶ πόσων εἴη αἴτιος· καὶ περὶ Ἀφροδίτης οὐρανίας καὶ ἔρωτος θείου· δέκατον περὶ ἀρχῶν καὶ στοιχείων καὶ τοῦ παντός. Εἶτα περὶ ὕλης, περὶ ἰδέας, περὶ αἰτίων, περὶ σωμάτων καὶ περὶ τῆς τούτων τομῆς καὶ περὶ ἐλαχίστου, περὶ σχημάτων, περὶ χρωμάτων, περὶ μίξεως καὶ κράσεως, περὶ κενοῦ καὶ τόπου καὶ χώρας, περὶ κινήσεως. Εἰκοστὸν δὲ περὶ γενέσεως καὶ φθορᾶς, περὶ κόσμου καὶ εἰ ἔμψυχος καὶ προνοίᾳ διοικούμενος, καὶ ποῦ ἔχει τὸ ἡγεμονικόν, καὶ πόθεν τρέφεται· περὶ τάξεως τοῦ κόσμου· εἰ ἓν τὸ πᾶν· περὶ τῆς οὐρανοῦ οὐσίας καὶ διαιρέσεως· περὶ οὐσίας ἄστρων καὶ σχημάτων κινήσεώς τε καὶ ἐπισημασίας· περὶ οὐσίας ἡλίου καὶ μεγέθους, σχήματός τε καὶ τροπῶν καὶ ἐκλείψεως καὶ σημείων καὶ κινήσεως· περὶ σελήνης οὐσίας μεγέθους καὶ σχήματος φωτισμῶν τε, καὶ περὶ ἐκλείψεως καὶ ἐμφάσεως, καὶ περὶ ἀποστημάτων καὶ σημείων· περὶ γάλακτος· περὶ κομητῶν καὶ διαττόντων καὶ τῶν τοιούτων· περὶ βροντῶν, ἀστραπῶν, κεραυνῶν, πρηστήρων, τυφώνων. Τριακοστὸν δὲ περὶ ἴριδος, περὶ ἅλω καὶ παρηλίου καὶ ῥάβδων, καὶ δὴ καὶ περὶ νεφῶν, ὀμίχλης, ὑετῶν, δρόσου, χιόνος, πάχνης, χα λάζης· περὶ ἀνέμων· περὶ γῆς, εἰ μία καὶ πεπερασμένη· καὶ περὶ ποίου μεγέθους, καὶ περὶ θέσεως αὐτῆς, καὶ περὶ σχήματος γῆς· καὶ πότερα μένει ἡ γῆ ἢ κινεῖται· περί τε σεισμῶν γῆς· καὶ περὶ θαλάττης, πῶς ἄμπωτις καὶ πλημμῦραι γίνονται· περὶ ὑδάτων, περὶ τοῦ παντός, περὶ φύσεως καὶ τῶν συμβαινόντων ἐξ αὐτῆς αἰτίων, περὶ τῆς τῶν ζῴων γενέσεως καὶ τὰ ἑξῆς, πόσα γένη ζῴων, καὶ εἰ πάντα λογικὰ καὶ αἰσθητά· περὶ ὕπνου καὶ θανάτου· περὶ φυτῶν, περὶ τροφῆς καὶ ὀρέξεως τῶν ζῴων, περὶ φύσεως ἀνθρώπων, περὶ νοῦ, περὶ ψυχῆς, περὶ αἰσθήσεως