καὶ Μορφὼ δὲ καὶ Ζανὸς πύργος, καὶ σπερματίτης λόγος, Ἀπόλλων τε καὶ προφήτης καὶ λόγιος. Ἡ δὲ τῶν ὀνομάτων αἰτία ἡ μὲν φρενὸς ἀστάτου καὶ δεισιδαιμονούσης, ἡ δὲ οὐδὲ τῆς παιδαριώδους ἀνατυπώσεως ἀπηλλαγμένη. Ἀλλ' ἡ μὲν μονὰς οὕτω Νικομάχῳ καὶ τοῖς αὐτοῦ διδασκάλοις θεολογεῖταί τε ἅμα καὶ βάλλεται ὕβρει. Ἡ δὲ δυὰς τόλμα τέ ἐστιν αὐτοῖς, καὶ ὕλη, καὶ τῶν ἀνομοίων αἰτία, καὶ μεταίχμιον πλήθους καὶ μονάδος. Ἐκ συνθέσεώς τε καὶ κατακράσεως μόνη ἴσον ποιεῖ, διὸ καὶ ἴση. Ἀλλὰ καὶ ἄνισος καὶ ἔλλειψις, καὶ πλεονασμός, καὶ μόνη ἀσχημάτιστος καὶ ἀόριστος, καὶ ἄπειρος, ἀρχή τε ἀρτίου μόνη, καὶ οὐκ ἄρτιος, οὐ μὴν οὐδ' ἀρτιάκις ἀρτία, οὐδὲ περισσάρτιος, οὐδ' ἀρτιοπέριττος. Ἀλλὰ τούτων μὲν τὰ πλείω ἐγγύς ἐστι τῇ δυάδος φυ σικῇ ἰδιότητι· ἃ δὲ τῆς τερατείας, πηγή ἐστι πάσης συμφωνίας, καὶ Μουσῶν ἡ Ἐρατώ, καὶ ἁρμονία, καὶ τλημοσύνη, καὶ ῥίζα οὐ κατ' ἐνέργειάν πω, καὶ δύναμις, καὶ πόδες πολυπιδάκου Ἴδης, καὶ κορυφαί, καὶ Φάνης. Ἀλλὰ καὶ ἴσον ∆ία τὴν δυάδα ἡ μυθοπλαστία θεολογεῖ, καὶ δίκην, καὶ Ἶσιν, καὶ φύσιν, καὶ Ῥέαν, καὶ διομάτερα, καὶ πηγὴν διανομῆς· ἔστι δ' αὐτοῖς ὡς Ῥέα καὶ Φρυγία καὶ Λυδία καὶ ∆ιδυμήνη, καὶ ∆ήμητρα καὶ Ἐλευσινία, καὶ Ἄρτεμις, καὶ Ἵμερος, καὶ ∆ίκτυννα,καὶ Ἀερία, καὶ Ἀστερία, καὶ ∆ίσαμος καὶ Ἐστὼ καὶμὴν καὶ Ἀφροδίτη καὶ ∆ιώνη καὶ Μυχαία καὶ Κυθέρεια, καὶ ἄγνοια καὶ ἀγνωστία καὶ ψεῦδος καὶ ἀδιοριστία, καὶ ἑτερότης καὶ νεῖκος καὶ διχοστασία, καὶ μόρος καὶ θάνατος. Τοιαῦτα μὲν αὐτοῖς καὶ ἡ δυὰς θεολογεῖται. Ἡ δὲ τριάς ἐστι μὲν πρῶτος περισσὸς κατ' ἐνέργειαν, καὶ τέλειος πρῶτος, καὶ μεσότης, καὶ ἀναλογία· τήν τε τῆς μονάδος δύναμιν εἰς ἐνέργειαν καὶ ἐπέκτασιν προχωρεῖν ποιεῖ. Ἀλλὰ καὶ πρωτίστη, καὶ κυρίως μονάδων σύστημα. Εἶτα λοιπὸν ἐντεῦθεν αὐτοῖς πρὸς τὸ φυσιολογικὸν αἴρεται ὁ ἀριθμός· αἰτία τε γὰρ τοῦ τριχῇ διαστατοῦ, καὶ περατωτικὴ τῆς ἀπειρίας τῆς ἐν ἀριθμῷ, καὶ ὅμοιον, καὶ ταὐτόν, καὶ ὁμόλογον, καὶ ὡρισμένον. Ἀλλ' οὔπω ταῦτα φορτικά· τὰ δ' οὐχ ὅμοια. Καὶ νοῦς τις ἡ τριάς, καὶ εὐβουλίας καὶ συνέσεως αἰτία, καὶ γνῶσις, ἀριθμοῦ τὸ κυριώτατον, μουσικῆς τε πάσης κυρία καὶ σύστασις, καί γε καὶ γεωμετρίας ὅτι μάλιστα. Καὶ μὴν καὶ τῶν κατὰ ἀστρονομίαν καὶ οὐρανίων φύσιν τε καὶ γνῶσιν αὕτη τὸ κράτος ἔχει καὶ συνέχει καὶ εἰς οὐσίωσιν ἄγει. Καὶ ἡ ἀρετὴ δὲ πᾶσα ταύτης ἐξῆπται καὶ ἐκ ταύτης πρόεισιν. Εἶτα λοιπὸν τὰ μυθώδη. ∆ιὰ ταῦτα αὐτοῖς ἡ τριὰς Κρονία καὶ Λατὼ καὶ Ἀμαλθείας κέρας, Ὀφίονά τε αὐτὴν τερατολογοῦσι καὶ Θέτιν καὶ Ἁρμονίαν, Ἑκάταν τε καὶ Ἐρά ναν καὶ Χαριτίαν καὶ Μουσῶν Πολυμνίαν, Ἀΐδαν τε καὶ Λοξίαν, ἄρκτον, ἕλικα, καὶ ποτὶ βυθὸν οὐ δυομέναν, ∆αματράμην τε καὶ ∆ιοσκορίαν, καὶ Μῆτιν καὶ τριδύμην, Τρίτωνα, θαλασσοῦχον, Τριτογένειαν, Ἀχελῶον, Νάστιν, καὶ Ἀγυιόπεζαν Κουρητίδα, Κραταΐδα 187.144α Ἁρμονίαν, Συμβηνίαν, Γάμον, Γοργονίαν, Φορκίαν, Τρίσαμον καὶ Λύδιον. Οὕτω μὲν αὐτοῖς καὶ ἡ τριὰς καὶ εἰς τοσούτους αὐτῶν θεοὺς ἀναπλάττεται. Ἡ δὲ τετρὰς πάλιν αὐτοῖς θαῦμα μέγιστον, ἄλλη θεός, πολύθεος μᾶλλον δὲ πάνθεος· ἔστι γὰρ αὐτοῖς τῶν τε φυσικῶν ἀποτελεσμάτων πηγὴ καὶ κλειδοῦχος τῆς φύσεως. Ἀλλὰ καὶ τῆς κατὰ τὰ μαθήματα συστάσεώς τε καὶ διαμονῆς αὕτη προαγωγὸς καὶ αἰτία. Ἀλλὰ καὶ αὐτὴ φύσις καὶ αἰόλα ἐστὶν αὐτοῖς καὶ Ἡρακλῆς καὶ Ἔξαρμα καὶ Ἀλκιμωτάτη καὶ Ἀρρενικὴ καὶ Ἀθήλυντος, Ἑρμῆτε καὶ Ἥφαιστος καὶ ∆ιόνυσος καὶ Σωρίτας, καὶ Μαιαδεὺς ἢ Μαιάδης (τῆς γὰρ Μαίας υἱὸς ἤτοι τῆς δυάδος ἡ τετράς) καὶ Ἐριούνιος καὶ Σῶκος καὶ ∆ιάκτορος, καὶ Βασσαρεὺς καὶ ∆ιμάτωρ, μητρὸς τετευχὼς δυάδος, Θηλύμορφός τε καὶ Ἔπανδρος καὶ ἀρρενουργὸς καὶ βακχασμὸν ἀνεγείρων καὶ ἁρμόνιτα ἢ Ἁρμονία, καὶ τῶν Μουσῶν ἡ Οὐρανία. Ἀλλ' οὕτω μὲν αὐτοῖς καὶ ἡ τετρὰς τερατολογουμένη θεολογεῖται, καὶ τὸ πρῶτον τῶν θεολογουμένων ἀριθμῶν Νικομάχῳ συναπαρτίζεται βιβλίον. Ἐν δὲ τῷ βʹ μετὰ τὸ προοίμιον ἡ πεντὰς αὐτῷ πληροῖ τὸν ἀγῶνα. Ἡ γὰρ πεντὰς πρώτη μεσότητος τῆς ἀρίστης καὶ φυσικωτάτης ἐμφατική, κατὰ διάζευξιν ἀμφοτέροις πέρασι τοῦ φυσικοῦ