γίνεται τοῦ Θεοῦ μάρτυς. ̔Οσάκις τε ὑπὸ δυνάμεων ἀντικει μένων διώκεται καὶ οὐχ ἡττᾶται, οὐδὲ νι κᾶται πάθεσιν ἀτιμίας, καὶ νικᾷ. Περὶ τού του Παῦλος τοῦ μαρτυρίου φησί· Τοῦτο γάρ ἐστι τὸ καύχημα ἡμῶν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. ̔Ο ουν δίκαιος οὐκ εσ τιν, οτε οὐ διώκεται· οὐκ εστιν, οτε οὐ μαρ τυρεῖ. - Οὐδὲ πολλαῖς, φησὶ, περιστοιχι ζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομο θετημένων ἠνεσχόμην τι παραβῆναι. Ταῦ τα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διω κόμενος ειρηκε· τηνικαῦτα γὰρ τῆς ἁμαρ τίας ἀπείραστος η. 118.158 Ειδον ἀσυνετοῦντας, καὶ ἐξετη κόμην, οτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. ̔Ο ζῆλος τοῦ οικου σου κατέφαγέ με. Λέγει ὁ ἀπόστολος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσ θενῶ, ζήλῳ θεοσεβείας ζηλῶν; Μακάριος ὁ ἀπὸ ἀγάπης Θεοῦ τῆς πρὸς ἀνθρώπους ἀ συνετοῦντας ἐκτηκόμενος. Τὸ ἑξῆς ἐστιν ουτως· Ειδον αὐτοὺς, οτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο ἀσυνετοῦντες, καὶ ἐξετηκόμην· εἰ μή τις ουν ἀσυνετεῖ, ἐκεῖνος, ἐπεὶ τὰ λόγια τοῦ Θεοῦ οὐκ ἐφυλάξατο, ἀσυνετεῖ. 118.159 Ιδε οτι τὰς ἐντολάς σου ἠγάπη σα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. ̔Ο ἀγαπῶν τὰς ἐντολὰς, ποιείτω αὐτὰς, καὶ ζήσεται ἐν αὐταῖς, η δι' αὐτῶν· ἐν αὐταῖς μὲν, τοὺς λόγους τῆς πρακτικῆς γνώσεως ἐκ μαθών· δι' αὐτῶν δὲ, σοφίας καταξιωθείς. Οὐ πᾶς ὁ ποιῶν τὰς ἐντολὰς, ἀγαπᾷ αὐτὰς, ἀλλ' ὁ ἀπὸ τελείας ἀγάπης εξω βάλλων τὸν φόβον, καὶ ειη· ἀγαπήσας ουν τὰς ἐντολάς σου, ἐλέῳ ζήσεσθαι αἰτῶ. 118.160 ̓Αρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δι καιοσύνης σου. Εἰ ἀρχὴ τῶν λόγων τοῦ Θεοῦ ἀλήθεια, ὁ Χριστὸς αρα ἀρχὴ τῶν λόγων ἐστὶ τοῦ Θεοῦ· ἀρχὴν δὲ ἐνταῦθα λέγει, ὡς αιτιον. Πάλιν εἰ ἡ ἀρχὴ τῶν λόγων [Θεοῦ] ἐστὶν ἡ ἀλήθεια, ἐν οις αν αὐτὴ ἐγγίνηται, ἐν ἐκεί νοις γενήσονται καὶ οἱ λόγοι τοῦ Θεοῦ. 118.161,162 Αρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ὑπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. ̓Αγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. ̔Ο ἐν τῷ διώκεσθαι ὑπὸ ἀρχόντων, οὐδένα μὲν αὐτῶν φοβούμενος, δειλιῶν δὲ ὑπὸ τῶν λόγων τοῦ Θεοῦ, υστερον ἀγαλλιάσεται ἐπὶ τὰ αὐτὰ λόγια, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. ̔Ο ἀπὸ τῶν ἐθνῶν λαὸς χαριέντως ταῦτα ἐρεῖ, οἱονεὶ σκυλεύσας τὸν ἐκ περιτομῆς λαὸν, οτε ελαβε τὰ λόγια τοῦ Θεοῦ, α πρῶ τοι ̓Ιουδαῖοι ἐπιστεύθησαν. ̓Αληθὴς καὶ ουτος ὁ λόγος, ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα λό για διακείμενος, τἀναντία μυσαττέθω. Τῷ ἐδειλίασεν, ἀντὶ τοῦ εὐλάβετο, ἐχρή σατο. - ̓Εκ τῶν προφερομένων ἐγκλημά των ἐστὶ τῇ γραφῇ καὶ τὸ εἰρημένον ἐνταῦ θα ῥητὸν, παρὰ τῶν μὴ ἐπισταμένων, μήτε ποίᾳ προφάσει, μήτε ποίᾳ δυνάμει λελάλη ται τὰ αγια λόγια τῶν γραφῶν. ̔Ορᾷς γὰρ, φασὶν, τὸν προφήτην ἀκολουθοῦντα τῷ πά θει τῷ κακίστῳ ἐν ἀνθρώποις, δειλιὰν ἀνειλη φέναι ἀπὸ τῶν λόγων, ων φησιν ειναι τοῦ Θεοῦ. Πῶς ουν ἀπολογησόμεθα ἡμεῖς περὶ τῆς ἐνταῦθα λεγομένης ἐπαινετῆς δειλιᾶς; ̓Ακουστέον. Οἱ ἐγκαλοῦντες ταῦτα, Ελληνές εἰσιν· ιν' αὐτοὺς πείσωμεν καὶ τοὺς οἰομένους ὑπὸ τῆς πιθανότητος τῶν λόγων αὐτῶν, παρ' αὐ τοῖς τοιγαροῦν ευρωμεν παράδοξον λόγον· ̓Ασκητέον τὸ λοίδωρον, ἀλλὰ καθ' ἑαυτοῦ· παραδόξως ἐχρήσατο ἐκεῖ τῷ λόγῳ ὁ φάσ κων· ̓Ασκητέον τὸ λοιδωρὸν, ἀλλὰ καθ' ἑαυ τοῦ, ινα μὴ τὸν πέλας λοιδορῶμεν· ἀλλ' ἐφ' οις ἁμαρτάνομεν, αὐτοὶ ἑαυτοῖς λοιδορῶμεν. Ορα πῶς τῷ λόγῳ τῷ ψεκτῷ (ψεκτὸν γὰρ ἡ λοιδωρία) ευρε χρήσασθαι εἰς δέον ὁ Ελ λην. Καὶ πάλιν. Τὸν θυμὸν καὶ τὴν πικρίαν ἀ νακινητέον· ἀλλὰ κατὰ τῆς ἐν ἡμῖν ἡδυ παθείας χρησάμενος τοῖς τοιούτοις παρα δείγμασιν, πρὸς ἐκείνους ειποιμι αν· αρα, εἰ μὴ μεγάλη ἀρετή ἐστι τοῦ λέγοντος· Αρ χοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου; Καὶ μάλιστα τοῦτο λεγέσθω ὑπ' ἀνθρώπου εἰς μαρτύριον κεκλημένου, διωχθέντος ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, καὶ τῶν ἐξου σιῶν, τῶν ἐγκεχωρισμένων τὴν περὶ ζωῆς· καὶ θανάτου τῶν ἀνθρώπων κρίσιν. Ιδε μοι τὸν μαρτυροῦντα, βλέποντα τὰ ποικίλα τῶν βασανιστηρίων οργανα, καὶ μὴ δειλιῶντα ἐπὶ τούτοις, ἀλλὰ μεμνημένον τοῦ