κακῷ βίῳ θεωρεῖται, ἡ δὲ ἀσέβεια ἐν τοῖς ψευδέσι δόγμασι. Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐ τῶν, κ. τ. ἑ. «Ἐξίεσαν ἀπὸ λίπους οἱ ὀφθαλ μοὶ,» κατὰ Σύμμαχον. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς, κ. τ. ἑ. Τὸ, 12.1528 «Ἔθεντο,» ἀντὶ τοῦ, «Ἔταξαν,» φησὶ, βλασφημεῖν μὲν Θεὸν, ἀνθρώπους δὲ ἀδικεῖν. Καὶ εἶπαν· Πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ, κ. τ. ἑ. Τὸ, «Εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ,» ἀντὶ τοῦ, Εἰ γινώσκει ὁ Κύριος καὶ ἐφο ρᾷ τὰ ἀνθρώπινα. Καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου, κ. τ. ἑ. Ἀντὶ τοῦ, καθαρὸς ἐγενόμην. Τοῦ αὐτοῦ. Τοιαῦτα καὶ ἐν τῷ Μαλαχίᾳ· «Εἴ πατε, ὅτι μάταιος ὁ δουλεύων Θεῷ· καὶ τί πλέον, ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ;» Ταῦτα κατελά λησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐναντίον μου, κ. τ. ἑ. Κόπος ἐστὶ τοῦ γνῶναι τὸν λόγον τὸν περὶ Προνοίας. Ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν, κ. τ. ἑ. Ὅταν εἰσ έλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, τὸ τηνι καῦτα τὸν λόγον τὸν περὶ Προνοίας γνωσόμεθα. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις, κ. τ. ἑ. Εἰκών ἐστι τοῦ ἁμαρτω λοῦ ὁ παλαιὸς ἄνθρωπος ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ὃν ἐξουδενεῖ διὰ τῆς αὐτοῦ γνώσεως. Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, κ. τ. ἑ. Καρδίαν μὲν λέγει τὸ διανοητικὸν, νεφροὺς δὲ τὸ παθητικὸν, ἀφ' οὗ τίκτε ται τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἐθέλησα ἐπὶ τῆς γῆς, κ. τ. ἑ. Οἱ τῶν ἐπου ρανίων προτιμῶντες τὰ ἐπίγεια τοῦτο λεγέτω σαν· ἐνταῦθα γὰρ, εἰ καὶ μὴ τῷ λόγῳ τοῦτο ὁμολο γοῦμεν, ἀλλὰ γοῦν διὰ τῶν ἔργων τοῦτο δεικνύομεν. Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, κ. τ. ἑ. Ἀπὸ τῶν βιωτικῶν δηλαδὴ καὶ ἀνθρωπίνων πρά ξεων· ὅταν γὰρ ἐκεῖθεν ἐκλίπῃ, τουτέστιν ἁπάντων ἀναχωρήσῃ, τότε μερίδα τὸν Θεὸν εἰς τὸν αἰῶνα ἕξει. Καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Μερὶς τοῦ δικαίου ἐστὶν ἡ γνῶσις ἡ τοῦ Θεοῦ. Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ, κ. τ. ἑ. Οὗτος πορνεύει ἀπὸ Θεοῦ, ὁ ἐπι δεδωκὼς ἑαυτὸν τῇ τῶν δαιμόνων λατρείᾳ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, κ. τ. ἑ. Ὅμοιον τό. «Τῷ αὐτῷ κολληθήσῃ,» καὶ τὸ, 12.1529 «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.» Ἅμα δὲ καὶ μανθάνομεν διὰ τούτων τὴν τοῦ ἀγαθοῦ Θεοῦ οὐσίαν. ΨΑΛΜΟΣ ΟΓʹ. Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, κ. τ. ἑ. Ὡς πρὸς τὸ ῥητὸν ταῦτά φασιν οἱ ἐν τῇ αἰχμαλω σίᾳ. Ἀπωθεῖται δὲ οὓς ἀπωθεῖται Κύριος κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν· καί τινας ἀπωθεῖται, ὡς γέγραπται, ἕως σφόδρα· οὓς δὲ «εἰς τέλος» καὶ τὰ ἔσχατα. Ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου, κ. τ. ἑ. Τὸ, «Εἰσελεύσεται, καὶ ἐξελεύσε ται, καὶ νομὴν εὑρήσει,» τούτῳ χρήσιμον. Μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ' ἀρχῆς, κ. τ. ἑ. Ζητήσεις ἀπὸ ποίας ἀρχῆς ἐκτή σατο τὴν συναγωγὴν ἑαυτοῦ ὁ Θεὸς, καὶ τὸ πότε ρον προγνώσει, ἢ ἄλλως. Τὸ «ἵνα τί» πρὸς Θεὸν λε γόμενον πευστικῶς, αἰτητικόν ἐστιν ἀποκρίσεως δι δασκούσης τὴν αἰτίαν τῆς ἀπώσεως καὶ τῆς ὀργῆς· τὸ δὲ, «ὠργίσθης ἐπὶ πρόβατα,» διὰ ἱλασμὸν τοῦ ὀργιζομένου λέγεται· τοῖς γὰρ ὡς πρόβατα ἀνοήτοις συγγνώμην ἐπὶ τοῖς εἰς διάνοιαν ἡμαρτημένοις αἰτεῖ. Ἀλλὰ καὶ ἐπιλαθόμενος διὰ τὰ ἁμαρτήματα τῆς συναγωγῆς, μνήσθητι αὐτῆς γενομένης ἀπ' ἀρχῆς κτήματος. Πῶς δὲ «ἀπ' ἀρχῆς,» οὐκ ἐμφαίνεται, οὐδ' ἂν ἐξ Αἰγύπτου νοῇς αὐτὴν κτῆσιν γεγονέναι Θεοῦ. Ἐλυτρώσω ῥάβδον κληρονομίας σου· ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ, κ. τ. ἑ. Ζητήσεις εἴτε ἐκτήσατο ὁ Θεὸς ὄρος Σιὼν, εἴτε ἐλυτρώ σατο αὐτὸ, πῶς ἀπ' ἀρχῆς ἐκτήσατο ἢ ἐλυτρώσατο. Ζήτει μυστικῶς. Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε, ἐν μέσῳ τῆς ἑορτῆς σου, κ. τ. ἑ. Οὐ τόπου, ἀλλ' ἀρετῆς ὁ Θεός. Ἡ δὲ τοῦ τόπου μνήμη διὰ φιλανθρωπίας ἐλπίδα· ὥστε τοὺς ἐπιβάντας τοῖς ἀφιερωθεῖσι Θεῷ χωρίοις ἀμείβεσθαί φησι τοῦτο, ὅτι ὁ λόγος ὁ