καὶ αἰσθητῶν, καὶ εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ πόσαι εἰσὶν αἰσθήσεις, καὶ ποίας οὐσίας καὶ ἐνεργείας ἑκάστη· περὶ ὁράσεως καὶ κατοπτρικῶν ἐμφάσεων, περὶ ἀκοῆς, περὶ γεύσεως, περὶ ἁφῆς, περὶ ὀσφρήσεως· περὶ φωνῆς καὶ εἰ ἀσώματος ἡ φωνή, καὶ τί αὐτῆς τὸ ἡγεμονικόν. Περὶ φαντασίας καὶ κριτηρίου. Νθʹ περὶ δόξης, καὶ ξʹ περὶ ἀναπνοῆς καὶ παθῶν. Καὶ τὰ μὲν τοῦ αʹ βιβλίου κεφάλαια τοσαῦτα καὶ περὶ τούτων, καὶ δῆλον ὅτι φυσικά, πλὴν ἐνίων τῶν ἐν ἀρχῇ, ἃ μᾶλλον ἄν τις εἰς τὰ μετὰ τὰ φυσικὰ ἀνάξοι. Τούτοις δέ, ὡς ἔφημεν, τὰς τῶν παλαιῶν δόξας, εἴτε συμφώνους οὔσας εἴτε διαφώνους, παρατίθησιν. Ἐν μέντοι τούτῳ τῷ βιβλίῳ, πρὸ τοῦ τοῖς εἰρημένοις κεφαλαίοις ἐπιβαλεῖν, 167.113α περὶ δύο κεφαλαίων διαλαμβάνει, ὧν τὸ μὲν ἔπαινός ἐστι φιλοσοφίας, καὶ οὗτος ἐκ διαφόρων αὐτῷ συνηρανισμένος, τὸ δὲ περὶ τῶν κατ' αὐτὴν συνεστηκυιῶν αἱρέ σεων. Ἐν ᾧ καὶ περὶ γεωμετρίας καὶ μουσικῆς καὶ ἀριθμητικῆς δόξας παλαιὰς συναναγράφει. Τὸ δὲ βʹ βιβλίον συμπληροῦται μὲν κεφαλαίοις ʹ καὶ μʹ, διαλαμβάνει δὲ πρῶτον μὲν περὶ τῶν τὰ θεῖα ἑρμηνευόντων, καὶ ὡς εἴη ἀνθρώποις ἀκατάληπτος ἡ τῶν νοητῶν κατὰ τὴν οὐσίαν ἀλήθεια· εἶτα περὶ διαλεκτικῆς, καὶ περὶ ῥητορικῆς, καὶ περὶ λόγου καὶ γραμμάτων, περὶ ποιητικῆς, περὶ χαρακτῆρος τῶν παλαιῶν, περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας, περὶ τῶν ἐφ' ἡμῖν, ὅτι οὐδεὶς ἑκὼν πονηρός, ὁποῖον χρὴ εἶναι τὸν φιλόσοφον, ὅτι χρὴ σέβειν τὸ θεῖον, ὅτι τοῖς εὐσεβέσι καὶ δικαίοις βοηθεῖ τὸ κρεῖττον· περὶ μαντικῆς· ὅτι χρὴ περὶ πολλοῦ ποιεῖσθαι τὰς τῶν σοφῶν συνουσίας, ἐκκλίνειν δὲ τοὺς φαύλους καὶ ἀπαιδεύτους· περὶ τοῦ δοκεῖν καὶ τοῦ εἶναι, καὶ ὅτι οὐ τῷ λόγῳ χρὴ κρίνειν τὸν ἄνθρωπον ἀλλὰ τῷ τρόπῳ· ὅτι οἱ ἄλλοις ἐπιβουλεύοντες ἑαυτοὺς λανθάνουσι καταβλάπτοντες· περὶ εὐδοξίας, περὶ φήμης· ὅτι μέτρον ἄριστον· ὅτι δυσκατόρθωτον ἡ ἀρετή, εὐμεταχείριστον δὲ ἡ κακία· ὅτι οὐ χρὴ λόγον ποιεῖσθαι τῆς τῶν ἀσυνέτων δοκιμασίας· ὅτι τὴν ὑπόκρισιν, τοῖς κεχρημένοις ἐπιβλαβῆ οὖσαν καὶ πρὸς οὓς γίνεται, τῆς ψυχῆς ἐκβλητέον· ὅτι οὐ χρὴ πολυπραγμονεῖν, φθόνου γὰρ καὶ διαβολῆς αἴτιον γίνεται τὸ τοιοῦτον· ὅτι ἐν οἷς πλημμελεῖ τις τὸ μεταμελεῖσθαι κάλλιστον· περὶ λοιδορίας, ὡς οὐκ ἀγαθόν· ὅτι ἐν τῷ λοιδορεῖσθαι χρὴ σκοπεῖν μὴ τοῖς αὐτοῖς περιπεπτώκαμεν ἐλαττώμασι. Περὶ ἀνάγκης τῆς κατὰ τὸν βίον· ὅτι εὐκαίρως δεῖ πράττειν· περὶ τοῦ βούλεσθαι· ὅτι οὐ δεῖ ὡς ἔτυχεν ἀναβάλλεσθαι· ὅτι τὸ δυστυχῆσαι πολλάκις ἐπωφελὲς γίνεται, καὶ μάλιστα τοῖς ἀφρόσι· περὶ ἀγωγῆς· περὶ παιδείας· ὅτι κάλλιστον ἡ φιλία τῶν ἀγαθῶν· ὅτι ἡ ὁμοιότης τῶν τρόπων τὴν φιλίαν ἀπεργάζεται· ὅτι χρὴ ἐν ταῖς δυστυχίαις καὶ τοῖς κινδύνοις μὴ περιορᾶν τοὺς φίλους. Ὅτι οὐ χρὴ συναδικεῖν τοῖς φίλοις· περὶ μὴ γνησίων καὶ ἀβεβαίων φίλων· ὅτι χρὴ ταχείας ποιεῖσθαι τὰς πρὸς τοὺς φίλους διαλλαγάς, τὰ ἁμαρτήματα αὐτῶν ῥᾷον φέροντας μετὰ τῆς ἀμνηστίας. Ὅτι ἐν ταῖς ἀτυχίαις τοὺς γνησίους τῶν φίλων διαγινώσκομεν· φιλικὰ παραγγέλματα· περὶ ἔχθρας καὶ τοῦ ὁποῖόν τινα χρὴ εἶναι πρὸς τοὺς ἐχθρούς· περὶ τοῦ πῶς ἔστιν ἀπ' ἐχθρῶν ὠφεληθῆναι· περὶ τοῦ εὐεργετεῖν· ὅτι μείζων ἡ χάρις ἐν καιρῷ δοθεῖσα· περὶ τοῦ ἀντευεργετεῖν· ὅτι τοὺς πονηροὺς οὐ χρὴ εὖ ποιεῖν οὐδὲ παρ' αὐτῶν εὐεργετεῖσθαι καὶ τὸ τελευταῖον περὶ ἀχαριστίας. Ἐν οἷς καὶ τὰ τοῦ βʹ κεφάλαια. Ἐν δὲ τῷ γʹ περιέχεται κεφάλαια μβʹ, πρῶτον περὶ ἀρετῆς, εἶτα περὶ κακίας, περὶ φρονήσεως, περὶ ἀφροσύνης, περὶ σωφροσύνης, περὶ ἀκολασίας, περὶ ἀνδρείας, περὶ δειλίας, περὶ δικαιοσύνης, περὶ πλεονεξίας καὶ ἀδικίας, περὶ ἀληθείας, περὶ ψεύδους, περὶ παρρησίας, περὶ κολακείας, περὶ ἀσωτίας, περὶ φειδωλίας, περὶ ἐγκρατείας, περὶ ἀκρασίας, περὶ ἀνεξικακίας, περὶ ὀργῆς, περὶ τοῦ Γνῶθι σεαυτόν, περὶ ὑπεροψίας, περὶ φιλαυτίας, περὶ τοῦ συνειδότος, περὶ μνήμης, περὶ λήθης, περὶ ὅρκου, περὶ ἐπιορκίας, περὶ φιλοπονίας, περὶ ἀργίας, περὶ αἰδοῦς, περὶ ἀναιδείας, περὶ σιγῆς, περὶ τοῦ εὐκαίρως λέγειν, περὶ βραχυλογίας, περὶ ἀδολεσχίας, περὶ χρηστότητος, περὶ φθόνου, περὶ πατρίδος, περὶ ξένης, περὶ