1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

121

πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὑτῶν, συναγωγὴ πολλὴ σφόδρα. Ἐμοῦ, φησὶ, τὸ θεῖον διαπορθμεύ σαντος πρόσταγμα, καὶ ἐζωοποιήθη τὰ συνδεθέντα σώματα, καὶ ἀναστάσεως ἔτυχε, καὶ ἦν, φησὶ, πλῆ 81.1193 θος οὐκ ὀλίγον τῶν ἀναστάντων. Οὕτω θεασάμενος τὴν ἀποκάλυψιν, διδάσκεται τὴν ἑρμηνείαν. ιαʹ. Καὶ ἐλάλησε Κύριος πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· Ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Τύ πος, φησὶ, τοῦ Ἰσραὴλ ταῦτα, ὦ προφῆτα· ἀλλ' ἐκεῖνοι μὲν τὰ κατὰ σφᾶς αὐτοὺς ἀπηγόρευσαν, ὁ δὲ τύπος ἔδειξε τῶν ἀγαθῶν τὴν ἐλπίδα. ιβʹ-ιδʹ. ∆ιὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύ ριος· Ἰδοὺ ἐγὼ ἀνοίξω τὰ μνήματα ὑμῶν, λαός μου, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ. Καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν με ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν, τὸν λαόν μου. Καὶ δώσω τὸ πνεῦμά μου ἐφ' ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος. Εἰ τὸ πολλῷ, φησὶ, παρ' ὑμῖν δυσκολώτερον φαινόμενον, εὐπετῶς ὑπ' ἐμοῦ μάλα γινόμενον ἔδειξα, εὔδηλον, ὡς καὶ τοῦτο ῥᾷον μετὰ πολλῆς ποιήσω τῆς εὐμαρείας, καὶ οἷον ἀπό τινων τάφων τῶν τῆς αἰχμ αλωσίας δεσμῶν ἐξαγαγὼν ὑμᾶς, εἰς τὴν οἰκείαν ἐπανάξω πατρίδα· τὸ γὰρ ψεῦδος, τῆς ἀληθείας ἀλλότριον. Οὕτω τὴν ἐπάνοδον ὑποσχόμενος, τὴν μετὰ τὴν ἐπάνοδον τῶν φυλῶν προλέγει συμφω νίαν. ιεʹ-ιζʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων· Υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥάβδον μίαν, καὶ γράψον ἐπ' αὐτὴν τὸν Ἰούδα, καὶ τοὺς υἱοὺς Ἰσραὴλ, τοὺς προσκειμένους πρὸς αὐτὸν, καὶ ῥάβδον δευτέραν λήψῃ σεαυτῷ, καὶ γράψεις αὐτὴν τῷ Ἰωσὴφ ῥάβδον Ἐφραῒμ, καὶ πάντας τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προστεθέν τας πρὸς αὐτούς. Καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας ἑαυτῷ εἰς ῥάβδον μίαν, τοῦ δῆσαι αὐτὰς, καὶ ἔσονται ὁμοῦ ἐν τῇ χειρί σου. Ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ φυλαὶ, καὶ αἱ μὲν δέκα καθ' ἑαυτὰς ἐγένοντο, ἐν μιᾷ τῶν τοῦ Ἐφραῒμ πό λεων τῇ Σαμαρείᾳ καταστησάμεναι τὰ βασίλεια, ἡ δὲ τοῦ Ἰούδα ἑαυτῆς ἦρχεν καὶ τῆς τοῦ Βενιαμίν. Ἀλλὰ μετὰ τὴν ἐπάνοδον ὑπὸ μίαν ἐτέλεσαν ἅπαν τες ἡγεμονίαν. ∆ιὰ τοῦτο δύο ῥάβδους προσέταξεν ὁ Θεὸς τῷ προφήτῃ λαβεῖν, καὶ τὴν μὲν ἐπιγράψαι τοῦ Ἐφραῒμ, προσθεῖναι δὲ καὶ τὰς ὑπηκόους φυλάς· τὴν δὲ τοῦ Ἰούδα, καὶ τῶν ἐκείνῳ συμφωνούντων. εἶτα συνάψαι ἀλλήλαις τὰς ῥάβδους, ὡς τῆς διαιρέ σεως λοιπὸν παυσαμένης, καὶ τῆς ἑνώσεως ἐσομένης. Εἶτα παρακελεύεται τῷ προφήτῃ, πυνθανομένῳ τῷ λαῷ, καὶ γνῶναι βουλομένῳ τὴν ἑρμηνείαν, διαῤῥή 81.1196 δην εἰπεῖν· "Ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσὴφ τὴν διὰ χειρὸς Ἐφραῒμ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν, καὶ δώσω αὐτὰς ὑπὸ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τῇ χειρὶ Ἰούδα." Τοὺς πάλαι, φησὶν, ἀποσχοινί σαντας ἑαυτοὺς τῆς τοῦ Ἰούδα βασιλείας παρα σκευάσω πάλιν τὴν ἐκείνου ἐπιγνῶναι ἡγεμονίαν, καὶ παύσω μὲν τὴν γενομένην διαίρεσιν, συμφώνως δὲ ἁπάσας τὰς φυλὰς ὑπακούειν τῷ Ἰούδᾳ ποιήσω. Καὶ τὸ αὐτὸ πάλιν ἑρμηνεύει σαφέστερον. Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσῆλθον ἐκεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ. (βʹ.) Καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσι τοῦ Ἰσραὴλ, καὶ ἄρχων εἷς ἔσται πάντων αὐ τῶν εἰς βασιλέα. Ταῦτα πέρατος τετύχηκε, τυπι κῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ, ἀκριβῶς δὲ καὶ ἀληθῶς ἐπὶ τοῦ ∆εσπότου Χριστοῦ· οὐδὲ γὰρ βασιλεὺς ὁ Ζορο βάβελ, ἀλλὰ δημαγωγὸς καὶ στρατηγὸς ἐγένετο. Καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαι ρεθῶσιν ἔτι εἰς δύο βασιλεῖς. (κγʹ, κδʹ.) Ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὑτῶν, καὶ ἐν τοῖς προσοχθίσμασιν αὑτῶν, καὶ ἐν πάσαις ταῖς ἀσεβείαις αὑτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πα σῶν τῶν ἀσεβειῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐ ταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦ λός μου ∆αβὶδ ἄρχων