κριτηρίου τοῦ Θεοῦ, καὶ δειλιῶντα ἐκεῖνο, καὶ ολον γινό μενον τῆς ἀναζωγραφήσεως αὐτοῦ καὶ τῶν ἀποκειμένων ἐκεῖσε κολάσεων τῷ ἀρνησι θέῳ. ∆ιὰ τοῦτό φησιν· Αρχοντες κατεδίωξάν με δωρεὰν, οὐχ ὡς λῃστὴν, οὐχ ὡς, φησὶ, λῃστὴν, οὐχ ὡς φονέα, οὐδὲ ὡς αλλο τι τῶν ἀτόπων πεποιηκότα· ἀλλ' ἐπειδὴ σὲ σέβω, τὸν Θεὸν τῶν ολων δημιουργὸν, ἐπεὶ πεπίσ τευκα εἰς τὸ ονομα τοῦ Μονογενοῦς σου. ∆ιὰ τοῦτο διώκομαι, καὶ διωκόμενος δειλιῶ, οὐκ ἀπ' αὐτῶν, οὐδὲ ἀπὸ τῶν προσφερομένων ὑπ' αὐτῶν, ἀλλὰ διὰ τὴν πρὸς τοὺς σοὺς λό γους δειλιάν. ̓Ασκητέον ουν τὴν δειλιὰν, τὴν ἀπὸ τῶν λόγων τοῦ Θεοῦ, ιν' ἀποστῶμεν ἀ πὸ τῶν ἁμαρτημάτων, καὶ μάλιστα τῆς φο βερᾶς ἁμαρτίας τοῦ ἀρνήσασθαι τὸν ὑπὲρ ὑμῶν ἀποθανόντα. Ουτος ὁ ταῦτα εἰπὼν ἀ γαλλιάσεται ἐπὶ τοῖς λόγοις τοῦ Θεοῦ. ̓Αγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Ποίοις λόγοις; η περὶ ων λέγει ὁ Παῦλος· πρῶτον γὰρ ἐπισ τεύθησαν τὰ λόγια τοῦ Θεοῦ, περὶ τῶν ̓Ιου δαίων φάσκων. Καὶ πάλιν. Αξιον ζητῆσαι διὰ τί παρέ λαβε τὸν ἀγαλλιῶντα ἐπὶ τοῖς λόγοις τῷ εὑρίσκοντι σκῦλα. ̓Εὰν ιδῃς τίνες ειχον τὰ λόγια τοῦ Θεοῦ, καὶ κατανοήσῃς τίνες νῦν εχουσιν αὐτὰ, οψῃ οτι ̓Ιουδαίους Χριστια νοὶ ἐσκυλεύσαμεν, τοῦ Χριστοῦ εἰπόντος· ̓Αρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται τῷ εθνει ποιοῦντι τοὺς καρ ποὺς αὐτῆς. Πολλὰ δὲ τὰ σκῦλα, ἐπειδὴ καὶ πολλαὶ τῆς θείας γραφῆς αἱ βίβλοι. ̓Εκεῖ νοι γὰρ οὐκ εχουσιν αὐτὰ, ατε δὴ μηδὲ τὸν νοῦν αὐτῶν ἐπιστάμενοι. 118.163 ̓Αδικίαν ἐμίσησα καὶ ἐβδελυξά μην, τὸν δὲ νόμον σου ἠγάπησα. Βδελύξασθαι καὶ μισῆσαι δεῖ τὴν ἀδικίαν, εἰ μέλλοι μὲν εργοις ἐπιδείκνυσθαι τὴν εἰς τὸν νόμον τοῦ Θεοῦ ἀγάπην· οὐ τὸν αδικον, ἀλλὰ τὴν ἀδικίαν μισητέον, καὶ οὐ νεκρὰ ἀνθρώπων σώματα, η ὡς ̓Ιουδαῖοι ὀνομά ζουσι Κύριον, δαίμονα βδελυκτὸν, ἀλλὰ τὴν ἀδικίαν· αὐτὴ γὰρ ἀληθῶς βδέλυγμα. 118.165 Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ εστιν αὐτοῖς σκάνδαλον. ̓Εάν τις ἀγαπᾷ τὸν νόμον τοῦ Θεοῦ, εἰρή νην εχει πολλήν· πόλεμος οὐχ απτεται τῆς ψυχῆς αὐτοῦ, οὐδὲν γὰρ τῶν ἁμαρτημάτων ἐκκαίει τὴν ψυχὴν αὐτοῦ, καὶ ατε εἰρήνην εχων, τοιοῦτος γεγένηται, ινα ὑπὸ μηδενὸς ετι σκανδαλισθήσεται· κεκτημένος γὰρ τὴν εἰρήνην τοῦ Θεοῦ ἐν ἑαυτῷ, διὰ τὸ ονομα αὐτοῦ σκάνδαλον οὐκ εστιν ἐν τούτοις. - Εἰ οἱ μικροὶ σκανδαλίζονται, (οστις γὰρ αν σκανδαλίσῃ, φησὶν, ενα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ ινα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει) οἱ δὲ ἀγαπῶντες τὸν Κύριον, οὐ σκανδαλίζον ται· οἱ μικροὶ οὐκ ἀγαπῶντες τὸν Κύριον, σκανδαλίζονται, διὸ καὶ ἀγνοοῦντες τοὺς λόγους τῶν γινομένων, ἐφ' οις καὶ σκανδα λίζονται. 118.169 ̓Εγγυσάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λογιόν σου συνέτισόν με. Πτεροῖ τὴν δέησιν τοῦ δικαίου ὁ καλὸς αὐτοῦ βίος, ὡς ἐνώπιον τοῦ Θεοῦ γένηται· ἀλλὰ καὶ τὸ πνεῦμα ῳ προσεύχεται, κουφί ζει δὴ τὴν εὐχὴν καὶ φέρει πρὸς Θεόν· ἡ δὲ ἁμαρτία, βαρεῖα ουσα, τοῦ μὴ καλοῦ βίου ἐχομένου, μακρύνει ἀπὸ Θεοῦ τὴν εὐχὴν το σοῦτον, οσον ἐστὶ βαρεῖα πλεῖον η ελαττον. Ουτω καί τινων μὲν ἀναβαίνει προσευχὴ καὶ στεναγμὸς ἀπὸ τῶν καλῶν εργων, καὶ τοῦ μισεῖν τὸν αἰγύπτιον ἐργάσεσθαι πῆλον· ἑτέρων δὲ πίπτει η καταβαίνει, ων γίνεται εἰς ἁμαρτίαν ἡ προσευχή. ̓Αντιδιέστειλε τῇ τοῦ κόσμου συνέσει κατὰ τέχνας τε καὶ πᾶν ἐπιτήδευμα, κατὰ τὸ λόγιόν σου προσθεὶς καὶ τὴν θείαν δηλονότι σοφίαν, ην εχοντες οἱ μαθηταὶ τοῦ Σωτῆρος, ἠλλαττοῦντο τῆς ἀνθρωπίνης· λέγει γάρ· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν αὐτῶν. Οτι δίκαιος ουν τοῦτο ευχεται, συνετὸς γενέσθαι κατὰ τὸ λόγιον τοῦ Θεοῦ. Χρὴ δὲ εἰδέναι, οτι περὶ τοῦ τῷ Θεῷ ἐγ γίσαι, διαφορὰς ευρομεν ταύτας· ὁ μὲν τελει ότερος ἐγγίζει τῷ Θεῷ· ὁ δὲ ὑποδεέστερος καὶ ἐγγὺς τούτου, αὐτὸς μὲν οὐκ ἐγγίζει τῷ Θεῷ, εὐχὴν δὲ εχει ἐγγίζουσαν αὐτῷ. Οθεν περὶ Μωϋσέως ευροις αν τό· ̓Εγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεὸν, οἱ δὲ λοιποὶ οὐκ